Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1817
Not analysed yet
ὑπὸ τοῦ Θεοῦ πεποιημένην καλεῖ, καθ' ἢν ὁ λίθος οὗτος ἀνέστη μετὰ τὸ πάθος. Εὐθὺς γὰρ μετὰ τὴν ἀνάστασιν, τοῖς ἱεροῖς ἐκέλευσεν ἀποστόλοις, πορευθῆναι καὶ μαθητεῦσαι πάντα τὰ ἔθνη. Διαφερόντως δὲ ταύτην ὑπὸ τοῦ Θεοῦ γεγενῆσθαι τὴν ἡμέραν ἔφη. Ἐπειδὴ γὰρ ἐξ ἀρχῆς τὸ φῶς ἐν αὐτῇ πεποίηκεν ὁ Θεὸς, καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάστασιν δεξαμένη, τοῦ τῆς δικαιοσύνης ἡλίου τὰς ἀκτῖνας εἰς πᾶσαν τὴν οἰκουμένην κατέπεμψε. Καὶ τὸ φῶς δὲ δημιουργήσας, φῶς τὴν ἡμέραν ἐκάλεσεν, ἄλλο δὲ οὐδὲν κατ' ἐκείνην τὴν ἡμέραν πεποίηκεν. Αὕτη τοίνυν ἡ ἡμέρα μόνη, κατὰ τὴν πρώτην ἡμέραν, τὴν δημιουργίαν ἐδέξατο τοῦ φωτός. Ἐν μὲν γὰρ τῇ δευτέρᾳ πεποίηκε τὸ στερέωμα, ἐν δὲ τῇ τρίτῃ τὰ φυτὰ καὶ τὰ σπέρματα, καὶ ἐν ταῖς ἄλλαις ὁμοίως τὰ ἄλλα· ἐν δὲ τῇ πρώτῃ ἡμέρα τὸ φῶς· ἐκάλεσε δὲ τὸ φῶς ἡμέραν. Εἰκότως τοίνυν ἔφη, «Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ,» ἅτε δὴ ἐν αὐτῇ τῶν ἀγαθῶν δεξάμενοι τὰς πηγάς. κεʹ. «Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή.» Καὶ εἰς τὸν ἔπειτα χρόνον, ὦ Δέσποτα, παράσχου τὴν σωτηρίαν, καὶ τὴν πρὸς σὲ φέρουσαν ἡμῖν ὁδὸν ποίησον ῥᾳδίαν καὶ εὔπορον. κϛʹ. «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» Ταύτην τῷ Δεσπότῃ τὴν φωνὴν καὶ οἱ παῖδες προσήνεγκαν εἰς ἔλεγχον τῶν τὰ θεῖα λόγια διδάσκειν ὑπισχνουμένων, καὶ τὴν ἀληθῆ διάνοιαν συνιδεῖν οὐ βουλομένων. Τῶν γὰρ Γραμματέων καὶ Φαρισαίων Σαμαρείτην τὸν Δεσπότην ἀποκαλούντων, οἱ παῖδες αὐτὸν εἶναι τὸν ἐρχόμενον καὶ εὐλογημένον ἀπεκάλουν, καὶ τὸ Ὡσαννὰ δὲ ὁμοίως ἐν τῇδε κεῖται τῇ προφητείᾳ· τὸ γὰρ σῶσον δὴ Ὡσαννὰ παρὰ τῷ Ἑβραίῳ κείμενον εὕρομεν. Ἐντεῦθεν δὲ καὶ ὁ μακάριος Ἰωάννης ὁ Βαπτιστὴς τοὺς οἰκείους πρὸς τὴν ἀλήθειαν ποδηγῶν μαθητὰς, ἤρετο δι' ἐκείνων τὸν Κύριον· «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;» Κύριος δὲ ὢν, ἐν ὀνόματι Κυρίου ἐλήλυθεν. Οὕτως δὲ ἔφη πρὸς Ἰουδαίους· «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου [καὶ οὐκ ἐλάβετέ με]· ἔρχεται ἄλλος ἐν τῷ ἰδίῳ ὀνόματι, κἀκεῖνον λήψεσθε.» Καὶ εὐλογημένος ὢν, εὐλογημένου ἐστὶν υἱός. Οὕτω καὶ ὁ ἀρχιερεὺς ἤρετο· «Σὺ εἶ ὁ υἱὸς τοῦ εὐλογητοῦ;» —»Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου.» Ταῦτα λέγουσιν οἱ νενικηκότες τοῖς ἑαυτῶν ἐρασταῖς, ὅτι τοῦ λίθου τούτου τὴν εὐλογίαν ὑμῖν προσφέρομεν, ὃς οἶκος ἐγένετο τοῦ ἐν αὐτῷ Θεοῦ Λόγου· «Ὁ γὰρ Λόγος, φησὶ, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Καὶ ὁ Κύριος πρὸς Ἰουδαίους ἔφη· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» κζʹ. «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.» Σαφῶς ἐθεολόγησεν ἐνταῦθα τὸν Δεσπότην Χριστόν. Ὃν γὰρ ἐκάλεσεν ἄνω λίθον, καὶ μετὰ ταῦτα εὐλογημένον,