Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1820
Not analysed yet
καὶ ἐν ὀνόματι Κυρίου ἐρχόμενον, αὐτὸν ὠνόμασε καὶ Κύριον καὶ Θεὸν, τὴν οἰκείαν ποιησάμενον ἐπιφάνειαν, καὶ τὴν σωτηρίαν τοῖς πιστεύσασι δωρησάμενον. «Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν, ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.» Συναθροίσθητε τοίνυν ἅπαντες, καὶ πανήγυριν μεγίστην ἐπιτελέσατε, τὴν οἰκείαν ἑορτάζοντες σωτηρίαν, ὡς μέχρις αὐτοῦ φθάσαι τοῦ θυσιαστηρίου τὸ πλῆθος στενοχωρούμενον. Τὸ γὰρ, ἐν τοῖς πυκάζουσιν, ἀντὶ τοῦ, πεπυκνωμένοι, καὶ τῷ πλήθει στενοχωρούμενοι τέθεικεν. Τὸ γὰρ πεπυκασμένον, πεπυκνωμένον καὶ οἱ ἔξω τοῦ καθ' ἡμᾶς λόγου καλοῦσιν. κηʹ. «Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε.» Σὲ οἶδα Θεὸν, σὲ οἶδα Δεσπότην, σὲ τὸν εὐεργέτην διὰ βίου ὑμνήσω. «Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. [κθʹ] Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Πρώτους ἑαυτοὺς, ἅτε δὴ τῶν ἄλλων προτεταγμένοι, εἰς τὴν δοξολογίαν κινήσαντες, οὕτω καὶ τοῖς ἄλλοις παρεγγυῶσι τὸν ἀγαθὸν ὑμνῆσαι Δεσπότην· ἅτε δὴ πᾶσιν ἀφθόνως ὀρέγοντα τοὺς τοῦ ἐλέου κρουνούς. Εἰδέναι μέντοι προσήκει, ὡς καὶ τοῖς ὑπὸ τῶν ἐθνῶν ἐκείνων πολιορκουμένοις ἥρμοττεν, εἰδέναι τὸν ἐξ αὐτῶν κατὰ σάρκα βλαστήσοντα, καὶ πᾶσι τὴν σωτηρίαν παρέξοντα. Οὕτω γὰρ θαῤῥαλεώτεροι κατὰ τῶν ἐπιόντων ἐγίνοντο, τῇ πίστει τῆς ἐν αὐτοῖς κρυπτομένης εὐλογίας ψυχαγωγούμενοι. ΕΡΜΗΝ. ΤΟΥ ΡΙΗʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Πολλὰς καὶ διαφόρους ὁ θεῖος Δαβὶδ πραγμάτων ἔσχε μεταβολάς. Καὶ γὰρ ἔφευγε πολεμίους, καὶ ἐδίωξε πολεμίους, καὶ περιέπεσεν ἀθυμίαις, καὶ θυμηρεστέραν πάλιν ἔσχε ζωὴν, καὶ τὴν θείαν ὁδὸν ἔδραμε, καὶ ἔπταισεν ὁδεύων, καὶ αὖθις τοῖς θείοις ἠκολούθησε νόμοις. Ταῦτα τοίνυν ἅπαντα κατὰ ταὐτὸν ἐν τῷδε συνήγαγε ψαλμῷ, καὶ τὰς καθ' ἕκαστον καιρὸν ὑπ' αὐτοῦ προσενεχθείσας τῷ Θεῷ προσευχὰς προσαρμόσας ἀλλήλαις, μίαν τοῖς ἀνθρώποις ὀνησιφόρον διδασκαλίαν προτέθεικε· καὶ διδάσκει δι' ὧν λέγει, πῶς δυνατὸν κατορθῶσαι