Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1821
Not analysed yet
τὴν πρακτικὴν ἀρετήν. Οὐκ ἀμελεῖ δὲ οὐδὲ τῆς τῶν δογμάτων ἀκριβείας· ἀλλὰ ταῖς ἠθικαῖς ὑποθήκαις καὶ τὴν περὶ τούτων διδασκαλίαν προστίθησι. Ὡς ἀρκεῖν τοῦτον τὸν ψαλμὸν, καὶ τοὺς τῆς τελείας ἀρετῆς ἐφιεμένους ἐν αὐτῇ τελειῶσαι, καὶ τοὺς ῥᾳστώνῃ συζῶντας πρὸς σπουδὴν διεγεῖραι, καὶ ψυχαγωγῆσαι τοὺς ἀθυμοῦντας, καὶ ῥυθμῖσαι τοὺς ῥᾳθυμοῦντας, καὶ ἁπαξαπλῶς παντοδαπὴν θεραπείαν ἐνθεῖναι τοῖς ποικίλοις τῶν ἀνθρώπων παθήμασιν. αʹ. «Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ.» Μακαρίζει τοὺς τὴν βασιλικὴν ὁδὸν ὁδεύοντας ἀκλινῶς, καὶ μήτε δεξιᾷ, μήτε ἀριστερᾷ κατὰ τὰς ὑποθήκας τοῦ νόμου παρατραπέντας. Τίνες δὲ οὗτοι διδάσκει· «Οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.» Οἱ γὰρ κατὰ τούτους πολιτευόμενοι τὸ ἄμωμον ἔχουσιν. Ὁδὸν γὰρ τὸν βίον καλεῖ. Τοῦτον γὰρ ἐξ ὠδίνων μέχρι ταφῆς διοδεύομεν ἅπαντες. βʹ. «Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.» Καὶ τὸν ὄγδοον καὶ δέκατον ψαλμὸν ἑρμηνεύοντες εἰρήκαμεν τίνι διαφέρει νόμος, καὶ μαρτύρια, καὶ δικαιώματα, καὶ κρίματα, καὶ ἐντολαί· ἀναμνήσομεν δὲ ὅμως ἐν κεφαλαίῳ τῶν εἰρημένων. Νόμον καλεῖ, τὸν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων διὰ τοῦ θεσπεσίου Μωσοῦ δεδομένον. Ἐντολὰς δὲ καὶ προστάγματα πάλιν τὸν αὐτὸν, ὡς βασιλικῶς ἐνταλθέντα καὶ προσταχθέντα. Δικαιώματα, ὡς δικαιοῦν τὸν κατορθοῦντα δυνάμενον. Κρίματα δὲ ὡς τὰς θείας ψήφους ὑποδεικνύντα, καὶ τὰς ἀξίας ἀντιδόσεις τῶν τε ἐννόμως καὶ παρανόμως βιούντων. Μαρτύρια δὲ, ὡς διαμαρτυρόμενον, καὶ δεικνύντα, οἵαις ὑποβληθήσονται τιμωρίαις οἱ παραβαίνοντες. Μακαρίζει τοίνυν καὶ ἐνταῦθα τοὺς τὰ μαρτύρια τοῦ Θεοῦ διηνεκῶς ἐρευνῶντας, καὶ ἐν ὅλῃ καρδίᾳ τὸν Θεὸν ἐκζητοῦντας· οὐ παντὸς δὲ τοῦτο, ἀλλὰ τοῦ τὴν κορυφὴν αὐτὴν κατειληφότος τῆς ἀρετῆς. Ὁ γὰρ τοιοῦτος οὐ μερίζει τὴν διάνοιαν εἰς, Θεὸν καὶ φροντίδας βιωτικὰς, ἀλλὰ ὅλον ἑαυτὸν ἀνατίθησι τῷ Θεῷ. γʹ. «Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.» Τὴν διαίρεσιν ταύτην πεποίηκε καὶ ἐν τῷ πρώτῳ ψαλμῷ. Καὶ γὰρ ἐκεῖ μακαρίσας τὸν ἐν νόμῳ Κυρίου μελετῶντα ἡμέρας καὶ νύκτας, καὶ τὸν τῆς μελέτης ἐπιδείξας καρπὸν, ἐπήγαγεν· «Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως.» Καὶ ἐνταῦθα τοίνυν μακαρίσας τοὺς ἀμώμους, διδάσκει, ὡς οἱ τῆς ἀνομίας ἐργάται ἑτέραν ἑαυτοῖς ὁδὸν κατεσκεύασαν, καὶ τὴν ὑπὸ τοῦ Θεοῦ παγεῖσαν κατέλιπον. δʹ. «Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξασθαι σφόδρα.» Τοῦτο καὶ διὰ τοῦ νόμου, καὶ διὰ τῶν προφητῶν, καὶ διὰ τῶν ἱερῶν Εὐαγγελίων ὁ Δεσπότης παρακελεύεται· καὶ μεστὴ πᾶσα ἡ θεία