Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1824
Not analysed yet
Γραφὴ τῆς τοιαύτης νομοθεσίας. Οὐ γὰρ ἁπλῶς φυλάττειν, ἀλλὰ σφόδρα φυλάττειν παρεγγυᾷ· τούτεστι, σὺν ἀκριβείᾳ πάσῃ. εʹ. «Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι τὰ δικαιώματά σου.» Διὰ τοῦτο, φησὶν, ἀντιβολῶ, οἷόν τινι κανόνι, τῷ σῷ νόμῳ τὴν ἐμὴν ὁδὸν εὐθῦναι, ὡς ἂν διατηρήσαιμί σου τὰ δικαιώματα. Καὶ δεικνὺς τὸν τούτου καρπὸν, ἐπιφέρει· ϛʹ. «Τότε οὐ μὴ αἰσχυνθῶ, ἐν τῷ μὲν ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.» Παρανομίας γὰρ αἰσχύνη καρπός. Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος ἔφη, «Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπαισχύνεσθε;» Οἱ δὲ πάσας τοῦ Θεοῦ πληροῦντες τὰς ἐντολὰς, τὴν ἀπὸ τοῦ συνειδότος ἔχουσι παῤῥησίαν. ζʹ. «Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.» Ἐξομολόγησιν τὴν εὐχαριστίαν καλεῖ. Τότε, φησὶ, δυνήσομαι ὕμνον καθαρὸν προσενεγκεῖν, ὅταν σου πάντα καταμάθω τὰ κρίματα, καὶ κατ' αὐτὰ βιώσω. ηʹ. «Τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα.» Τινὰς πρὸς βραχὺ πολλάκις ἡ θεία χάρις ἀφίησιν, ὠφέλειαν αὐτοῖς ἐντεῦθεν μηχανωμένη. Οὕτως ὁ μέγας Ἡλίας καταληφθεὶς τῷ τῆς δειλίας περιέπεσε πάθει, καὶ τῆς ἀνθρωπείας φύσεως μεμάθηκε τὴν ἀσθένειαν· ἀλλ' εὐθὺς πάλιν τῆς θείας ἀπήλαυσε χάριτος. Οὕτως ὁ θεῖος Πέτρος ἀρνηθεὶς ὠλίσθησεν· ἀλλ' εὐθὺς αὐτὸν ὁ Δεσπότης ὑπήρεισε. Γυμνὸς δὲ πάμπαν ὁ Ἰούδας τῆς θείας γενόμενος προμηθείας, ἕτοιμον ἐγένετο θήραμα τοῦ δυσμενοῦς· ἐγκατελείφθη καὶ ὁ μακάριος Δαβὶδ μετὰ τὴν ἁμαρτίαν ἐκείνην, καὶ ταῖς χαλεπαῖς ἐκείναις περιέπεσε συμφοραῖς· ἀλλὰ πάλιν τὴν πρὸς τὸν Θεὸν ἀπέλαβε παῤῥησίαν, καὶ τῆς ἐκεῖθεν κηδεμονίας ἀπήλαυσεν. Ὁ δὲ Σαοὺλ ἔρημος ταύτης γενόμενος παντελῶς, ἐγυμνώθη μὲν τῆς τοῦ πνεύματος χάριτος, πονηρῷ δὲ πνεύματι συνεζύγη. Εἰκότως τοίνυν ὁ Προφήτης ἱκετεύει μὴ ἐγκαταλειφθῆναι ἕως σφόδρα, τουτέστι, μὴ παντάπασι τῆς προμηθουμένης χάριτος γυμνωθῆναι. θʹ. «Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὑτοῦ· Ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου.» Εὐρίπιστος ἡ νεότης, καὶ πρὸς κακίαν ὀξύῤῥοπος. Διαφόροις γὰρ παθημάτων περικλύζεται κύμασι· δεῖται τοίνυν τοῦ ποδηγοῦντος πρὸς τοὺς λιμένας εὐθύνοντος. Τοῦτο δὲ τῶν θείων λογίων ἴδιον. Ταῦτα γὰρ τῶν ἐναντίων ὁδῶν ἀποτρέποντα, ῥυθμίζειν ἱκανὰ, καὶ πρὸς τὴν θείαν ὁδὸν ποδηγεῖν. Ὅπερ γάρ ἐστιν νέῳ πώλῳ χαλινὸς, καὶ πωλοδάμνης, τοῦτο τοῖς νέοις ὁ θεῖος γίνεται λόγος.