Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1825
Not analysed yet
ιʹ. «Ἐν ὅλῃ καρδίᾳ μου ἐζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.» Ζητοῦσι μὲν πολλοὶ τὸν Θεὸν, ἀλλ' οὐκ ἐν ὅλῃ καρδίᾳ· μερίζουσι γὰρ ταύτην, οὐ μόνον εἰς φροντίδας πραγμάτων βιωτικῶν, ἀλλὰ καὶ εἰς ἐπιθυμίας ἀτόπους, καὶ φθόνους, καὶ δόλους, καὶ τὰς τῶν πλησίων ἐπιβουλάς. Ὁ δὲ τῶν θείων ἐραστὴς πᾶσαν ἀφιεροῖ τῷ Θεῷ τὴν διάνοιαν, καὶ τῆς ἐκεῖθεν ἀπαιωρεῖ προνοίας. ιαʹ. «Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.» Ὁ χρυσὸν κεκτημένος, ἢ ἄργυρον, ἢ λίθους τιμίους, οὐκ ἔξω ταῦτα προτίθησιν· ἀλλ' ἔνδον ἐν τοῖς ταμιείοις καὶ τοῖς θαλάμοις ἐναποκρύπτει, ὥστε διαφυγεῖν τῶν τοιχωρύχων τὰς χεῖρας. Οὕτως ὁ τὸν πλοῦτον ἔχων τῆς ἀρετῆς κρύπτει τοῦτον ἐν τῇ ψυχῇ· ὡς ἂν μὴ διὰ δόξης καινῆς τοῦτον οἱ τῶν ψυχῶν συλήσαιεν λωποδύται. Διδάσκει δὲ καὶ ἕτερον ὁ λόγος· οὐ γὰρ ἅπασι τὰ θεῖα λόγια προσφέρειν παρεγγυᾷ· «Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν χοίρων.» ιβʹ. «Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.» Ἀντὶ τοῦ, ἥμερος εἶ καὶ φιλάνθρωπος, καὶ ἄξιος παρὰ πάντων ὑμνεῖσθαι. Οὗ δὴ χάριν ἀντιβολῶ σε μαθεῖν παρὰ σοῦ τὰ δικαιῶσαι δυνάμενα. ιγʹ. «Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου.» Ἃ γὰρ ἂν παρὰ τῆς σῆς ἀγαθότητος μάθοιμι, ταῦτα διδάξω τοὺς ἀγνοοῦντας. ιδʹ. «Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ.» Ἐπίπονος μὲν ἡ τῆς ἀρετῆς ὁδὸς, ἀλλὰ τοῖς τελείοις τριπόθητος. Διά τοι τοῦτο καὶ ὁ Δεσπότης ἔφη Χριστός· «Λάβετε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.» Τοῦτο καὶ ὁ προφητικὸς ἔφη λόγος, ὅτι πλούτου παντὸς θυμηρεστέρα μοι τῶν σῶν μαρτυρίων ἡ κτῆσις. Τὸ δὲ, «Ἐπὶ παντὶ πλούτῳ,» οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ τὸν παντοδαπὸν πλοῦτον παραδηλοῖ· πολλὰ γὰρ τοῦ πλούτου τὰ εἴδη. Ὁ μὲν γὰρ χρυσὸν ἔχων ὀνομάζεται πλούσιος, ὁ δὲ ἄργυρον, ὁ δὲ γῆν πλείστην, τὴν μὲν πεφυτευμένην, τὴν δὲ καὶ σπειρομένην· ὁ δὲ βοσκήματα. Ἀλλὰ ταῦτα πάντα περιλαβὼν ὁ Προφήτης, καὶ τοῖς θείοις μαρτυρίοις παραβαλὼν, ἔφησεν ἀξιέραστα εἶναι αὐτῷ τὰ θεῖα μαρτύρια, ὡς τοῖς φιλοπλούτοις ἅπαντα τοῦ πλούτου τὰ εἴδη. ιεʹ. «Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου.» Τούτου χάριν, φησὶν, ἐνδελεχῶς τῶν σῶν λόγων τὴν μελέτην αὐχήσω, καὶ ταῖς σαῖς ὁδοῖς τὴν πορείαν ποιήσομαι. ιϛʹ. «Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ