Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1828
Not analysed yet
ἐπιλήσομαι τῶν λόγων σου.» Ἄληστον τῶν σῶν λογίων ἐμαυτῷ φυλάξω τὴν μνήμην. ιζʹ. «Ἀνταπόδος τῷ δούλῳ σου.» Οὐ παντός ἐστι ταύτῃ χρήσασθαι τῇ φωνῇ· οὐδεὶς γὰρ πονηρὸν συνειδὸς περιφέρων εἰς ἀνταπόδοσιν τὸν κριτὴν διεγείρει· ὁ δὲ καθαροῖς χρώμενος λογισμοῖς, σὺν παῤῥησίᾳ ταύτῃ κέχρηται τῇ φωνῇ. «Ζῆσόν με, καὶ φυλάξω τοὺς λόγους σου.» Τῆς σῆς γὰρ ἀπολαύων ἐπικουρίας, διαφεύξομαι τῆς ἁμαρτίας τὸν θάνατον, καὶ τὴν ἐκ τῶν λόγων σου τρυγήσω ζωήν. ιηʹ. «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.» Οὐχ ἅπαντες οἱ τοῖς θείοις ἐντυγχάνοντες λογίοις τὰ τούτων κατανοοῦσι θαυμάσια, ἀλλ' οἱ τῆς ἄνωθεν ἀπολαύοντες αἴγλης. Ὃ δὴ καὶ ὁ μακάριος ἔφη Παῦλος· «Ὅτ' ἂν δὲ ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν.» Αὐτὸς μέν τοι τῷ φωτὶ τῷ θείῳ καταυγαζόμενος εἰκότως ἐβόα· «Ἡμεῖς δὲ ἅπαντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος.» Ἡμᾶς δὲ προσήκει τὸν Δεσπότην ἀντιβολεῖν, ἵνα τὸ κάλυμμα τῶν τῆς διανοίας ἡμῶν περιελὼν ὀφθαλμῶν, ἀποδείξῃ τῶν θείων λογίων τὴν δύναμιν. ιθʹ. «Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου.» Τὴν γῆν οὐ κατοικοῦμεν, ἀλλὰ παροικοῦμεν· βραχὺν γὰρ διαβιώσαντες χρόνον, εἰς ἕτερον μεταβαίνομεν βίον. Τοῦτο δὲ οὐ πάντες ἐθέλουσιν εἰδέναι, ἀλλ' οἱ ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς, ὡς ἐπὶ μονίμοις καὶ διαρκέσι βρενθύοντες. Ὁ δὲ τὰ θεῖα πεπαιδευμένος οἶδε τοῦ βίου τὸ πρόσκαιρον. Διὸ δὴ καὶ πάροικον ἑαυτὸν ὀνομάζει, καὶ ἱκετεύει τὰς θείας ἐντολὰς μηδαμῶς ἀγνοῆσαι. κʹ. «Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ.» Ἐπιθυμοῦσι τῶν θείων κριμάτων πολλοὶ, καὶ τῆς οὐρανῶν ἐφίενται βασιλείας, ἀλλ' οὐκ ἀεί. Νῦν μὲν θείοις ἀρέσκονται, νῦν δὲ τοῖς τοῦ σώματος ἀκολουθοῦσι παθήμασιν· ὁ δὲ προφήτης ἱμείρεται τοῦτον ἔχειν τὸν πόθον διηνεκῶς. καʹ. «Ἐπετίμησας ὑπερηφάνοις.» Οἱ τῶν θείων νόμων καταφρονοῦντες τῇ τῆς ὑπερηφανίας περιπίπτουσι νόσῳ· ἀλλὰ τὴν παρὰ τοῦ δικαίου κριτοῦ δέχονται τιμωρίαν. Τοῦτο δὲ πέπονθε Ἀβεσσαλὼμ, τοῦτο Σαοὺλ, τοῦτο Φαραὼ, καὶ Σενναχηρεὶμ, καὶ Ναβουχοδονόσορ, καὶ ἕτεροι μυρίοι. Τοῦτο εἰδὼς ὁ Προφήτης, ἅτε δὴ προφήτης, ἐπήγαγεν· «Ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν