Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1829
Not analysed yet
σου.» Ταύτην καὶ ὁ νόμος τὴν ἀρὰν τοῖς παραβάταις προσφέρει· «Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς, ὃς οὐκ ἐμμένει τοῖς ἐγκειμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά. κβʹ. «Περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.» Ὠνείδισε τὸν Προφήτην ὁ Νάβαλ, δοῦλον δραπέτην ἀποκαλέσας· ὠνείδισαν αὐτὸν οἱ Γετθαῖοι. Ἀλγυνόμενος τοίνυν ἐπὶ τούτοις, ἀποτρίψασθαι τὰ ὀνείδη παρακαλεῖ, ἅτε δὴ τὰ θεῖα ἐκζητήσας μαρτύρια· οὐχ ἁρμόττει τοίνυν τοῖς παρὰ τοῦ Σεμεεὶ ὀνείδεσι τὰ παρόντα ῥητά. Ἐκεῖνα γὰρ μετὰ τὴν ἁμαρτίαν ἐγένετο· τὰ δὲ τοῦ Νάβαλ, καὶ τῶν ἄλλων, πρὸ τῆς ἁμαρτίας. κγʹ. «Καὶ γὰρ ἐκάθισαν ἄρχοντες, καὶ κατελάλουν κατ' ἐμοῦ.» Καὶ Σαοὺλ, καὶ Ἀβενὴρ, καὶ Ἀχιτόφελ, καὶ Ἀβεσσαλὼμ, ἐλοιδόρουν τὸν Δαβίδ. «Ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου.» Ἐγὼ δὲ τὴν σὴν δεσποτείαν ὁμολογῶν, μελέτην εἶχον τὰ σὰ δικαιώματα. κδʹ. «Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι, καὶ αἱ συμβουλαί μου τὰ δικαιώματά σου.» Πᾶσαν γὰρ ἀνθρωπίνην εἰσήγησιν ἀπωσάμενος, ταῖς σαῖς ὑποθήκαις ἀκολουθῶ. κεʹ. «Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου.» Τὴν ὑπερβολὴν τῆς ταπεινώσεως διὰ τούτων ἐδήλωσεν. Οὕτω καὶ γὰρ ἐν τῷ τεσσαρακοστῷ καὶ τρίτῳ ἔφη ψαλμῷ· «Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν· ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν.» —»Ζῆσόν με κατὰ τὸν λόγον σου.» Οὐκ ἀορίστως αἰτεῖ ζωὴν, ἀλλὰ τὴν κατὰ νόμον ζωήν. κϛʹ. «Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου.» Πάσας σοι, Δέσποτα, τὰς ἐμὰς δεδήλωκα πράξεις· καὶ οὐδέν σε λαθεῖν τῶν ἐμῶν ἀνεσχόμην. Διά τοι τοῦτο ταῖς ἐμαῖς ἱκεσίαις ἐπίνευσον· ἀντιβολῶ δὲ μαθεῖν ἀκριβῶς τὰ σὰ δικαιώματα. κζʹ. «Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου.» Θείας ἡμῖν συνέσεως δεῖ, ὥστε κατὰ τὸν θεῖον νόμον τὴν ἀρετὴν μετελθεῖν, καὶ τὸν φιλανθρωπίᾳ χρώμενον μὴ πρὸς κενοδοξίαν ἰδεῖν, καὶ τὸν ἀσκητικὸν μὴ θηρᾶσαι τὸν ἀνθρώπειον ἔπαινον, τὸν σώφρονα μὴ διὰ τὴν τῆς ἀκολασίας αἰσχύνην, ἀλλὰ διὰ τὸν πόθον τῆς ἀρετῆς, μετιέναι τὴν σωφροσύνην. Εἰκότως τοίνυν ὁ Προφήτης ἀντιβολεῖ συνέσεως θείας μεταλαχεῖν, ὡς διαγνῶναι τὴν τῆς δικαιοσύνης ὁδόν. κηʹ. «Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου.» Ἡ συνεχὴς προσβολὴ τῆς ἁμαρτίας διαλύει πολλάκις τὸν τόνον τῶν λογισμῶν, καὶ ἀπαυδῆσαι παρασκευάζει τὸν