Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1832
Not analysed yet
ἀθλητὴν, καὶ τὴν καλουμένην ἀκηδίαν ἐργάζεται· χαυνουμένη δὲ ἡ ψυχὴ τὸν ὕπνον εἰσδέχεται· ὁ δὲ ὕπνος ἐπάγει τὸν θάνατον. Διόπερ βεβαιωθῆναι καὶ στηριχθῆναι ὁ Προφήτης ἀντιβολεῖ. Τοῦτο δὲ καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ· «Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον·» θάνατον τὴν ἁμαρτίαν καλῶν. κθʹ, λʹ. «Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ὁδὸν ἀληθείας ᾑρετισάμην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην.» Ἀναγκαία καὶ αὕτη ἡ δέησις. Προσήκει γὰρ ἡμᾶς αἰτεῖν παρὰ τοῦ Θεοῦ τῶν ὅλων βοήθειαν, ὥστε τῆς ἀδικίας ἐκτρέπεσθαι τὴν ὁδὸν, καὶ τὴν τῆς ἀληθείας προαιρεῖσθαι πορείαν, καὶ ἄληστον ἐπιφέρειν τῶν τοῦ Θεοῦ μαρτυρίων τὴν μνήμην. λαʹ. «Ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε, μή με καταισχύνῃς.» Οὐχ ἁπλῶς εἶπεν, ἠκολούθησα, ἀλλ' ἐκολλήθην, τουτέστιν, οὐδὲ πρὸς βραχὺ τούτων ἐχώρισα τὸν ἐμαυτοῦ λογισμόν. Ζητεῖ δὲ τρυγῆσαι τῆς τοσαύτης διαθέσεως καρπὸν, τὸ μηδεμίας πεῖραν αἰσχύνης λαβεῖν. λβʹ. «Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας καρδίαν μου.» Ἀμφοτέρων χρεία, καὶ τῆς ἡμετέρας προθυμίας, καὶ τῆς τοῦ Θεοῦ προμηθείας. Οὔτε γὰρ ἡ θεία χάρις δίδοται τοῖς τὴν ἀγαθὴν οὐκ ἔχουσι προθυμίαν· οὔτε ἀνθρωπεία φύσις ἀρετὴν δύναται κατορθῶσαι δίχα τῆς ἄνωθεν βοηθείας. Τοῦτο καὶ ὁ Προφήτης διδάσκει, ὅτι Τῶν ἐντολῶν σου τὴν ὁδὸν ἔτρεχον ἀκωλύτως, παρὰ σοῦ λαμβάνων τοῦ δρόμου τὴν εὐκολίαν. Πλατύτητα γὰρ τὴν εὐκολίαν ἐκάλεσε. Καὶ ἀλλαχοῦ φησιν· «Ἐν θλίψει ἐπλάτυνάς μοι.» Καὶ πάλιν· «Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου.» λγʹ. «Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός.» Τὸ νομοθέτησον ὁ Σύμμαχος ὑπόδειξον εἶπεν· Ἀκύλας καὶ Θεοδοτίων, φώτισον· διαπαντὸς, φησὶ, τῆς σῆς δέομαι φωταγωγίας καὶ νομοθεσίας, ὥστε καὶ γνῶναι τῶν δικαιωμάτων σου τὴν ὁδὸν, καὶ ταύτην ἀκωλύτως ὁδεύειν. λδʹ. «Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου· καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου.» Καὶ ὁ Κύριος προσέταξεν ἐξερευνᾷν τὰς Γραφάς· ἀλλὰ τοῖς ἐρευνῶσι χρεία τῆς ἄνωθεν αἴγλης, ἵνα καὶ εὕρωσι τὸ ζητούμενον, καὶ φυλάξωσι τὸ θηρώμενον. λεʹ. «Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα.» Οὐχ ἁπλῶς αἰτεῖ γενέσθαι ποδηγὸν αὐτοῦ τὸν τῶν ὅλων Θεόν· ἀλλὰ δεικνὺς τῆς πορείας τὸν πόθον. λϛʹ. «Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν.» Ἐπὶ τὸ πρανὲς φέρεσθαι πέφυκε τῶν ὑδάτων ἡ φύσις· κἄν τινος ἐπιλά-