Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1833
Not analysed yet
βηται διεξόδου, ἐκεῖσε πᾶσα χωρεῖ. Οὕτω τοῦ διαβόλου τὴν ἐπὶ τὴν ἁμαρτίαν ὁδὸν διανοίξαντος τῶν ἀνθρώπων ἔῤῥεψεν ἐπὶ τὸ χεῖρον ἡ φύσις. Σφόδρα τοίνυν ὁ Προφήτης ἁρμοδίως ἀντιβολεῖ ἐπὶ τὰ θεῖα μαρτύρια τὴν καρδίαν κλιθῆναι, καὶ τῆς ἐπὶ τὸ θάτερον τὴν πεῖραν διαφυγεῖν. λζʹ. «Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου, τοῦ μὴ ἰδεῖν ματαιότητα.» Καὶ μάταιόν ἐστι τὸ ἀκερδὲς, καὶ ἀνόνητον· τοιαῦτα δὲ τὰ δοκοῦντα τοῦ βίου τερπνά. Οὕτως αὐτὰ καὶ ὁ σοφὸς Σολομῶν ὀνομάζει, «Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.» Καὶ διηγησάμενος ὅπως ᾠκοδόμησεν οἰκίας, καὶ ἐφύτευσε παραδείσους, καὶ κατεσκεύασε κολυμβήθρας ὑδάτων, ἐπήγαγεν· «Καὶ ἰδοὺ πάντα ματαιότης, καὶ προαίρεσις πνεύματος.» Ἱκετεύει τοίνυν ὁ Προφήτης εἰς ἑτέραν θεωρίαν ῥέψαι τῆς διανοίας τὰ ὄμματα, καὶ τῇ τῶν παρόντων ματαιότητι μὴ θελχθῆναι. «Ἐν τῇ ὁδῷ σου ζῆσόν με.» Κατὰ τοὺς σοὺς δός μοι πολιτεύεσθαι νόμους. ληʹ. «Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου, εἰς τὸν φόβον σου.» Βέβαιον ἐν τοῖς σοῖς λόγοις ἀπόφηνόν με, ἀπεριτρέπτως φυλάττων τῷ φόβῳ σου· ἀντὶ τοῦ, Ἐπικείσθω μοι ὁ φόβος σου, δεδιττόμενος, καὶ μὴ ἐῶν ἐκτραπῆναι τῶν λογίων σου. λθʹ. «Περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά.» Ὁ δὲ Ἀκύλας, ἀντὶ τοῦ ὑπώπτευσα, ὑπεστάλην εἴρηκεν. Οὕτω δὴ καὶ ὁ Θεοδοτίων. Ὁ δὲ Σύμμαχος, ὃν εὐλαβοῦμαι· ὀνειδισμὸν δὲ ἐνταῦθα καλεῖ, τὸν ὑπὸ τῆς ἁμαρτίας γενόμενον. Τοῦτον γὰρ καὶ ὑπεστέλλετο, καὶ ἐδεδίει, καὶ ὕποπτον ἔζη ζωήν. Διὰ τοῦτο οὐκ ἐπήγαγε συνήθως, Ὅτι κρίματά σου ἐξεζήτησα, ἢ ἐφύλαξα· ἀλλ' «Ὅτι τὰ κρίματά σου χρηστά.» Οὐ μόνον γὰρ τοῖς ἁμαρτάνουσιν ἀπειλεῖς τιμωρίαν, ἀλλὰ καὶ τοῖς μεταμελομένοις ὑπίσχνῃ σωτηρίαν. Κρίματα γὰρ καλεῖ τὰς τοῦ Θεοῦ δικαίας ψήφους. μʹ. «Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.» Γλιχομένῳ παράσχου τὴν ἐν δικαιοσύνῃ ζωήν. μαʹ. «Καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου, Κύριε.» Πάντες γὰρ ἐνδεεῖς τῆς θείας φιλανθρωπίας, καὶ ὁ αὐτὴν κατειληφὼς τὴν ἀκροτάτην τῆς ἀρετῆς κορυφὴν, ταύτης δεῖται διηνεκῶς. «Τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. [μβʹ] Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον.» Ἣν ὑπέσχου, Δέσποτα, σωτηρίαν ἐν τοῖς ἱεροῖς σου λόγοις παράσχου, ἵνα τοῖς ἐπιτωθάζουσί μοι σὺν παῤῥησίᾳ διαλεχθῶ. Ὁ γὰρ ἐν συμφοραῖς ὢν φέρει τὰ ὀνείδη σιγῶν· ὁ δὲ τὴν θυμήρη βιοτεύων ὁδὸν, διελέγχει τοὺς κακῶς ὀνειδίζοντας. «Ὅτι ἤλπισα