Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1836
Not analysed yet
ἐπὶ τοὺς λόγους σου.» Τῆς γὰρ σῆς ἐπαγγελίας ἐξήρτημαι, καὶ ἐπὶ ταύτης ὁδεύω τῆς ἐλπίδος. μγʹ. «Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα.» Ἐρᾷν ἡμᾶς τῆς ἀληθείας ὁ Προφήτης διδάσκει, καὶ ταύτην αἰτεῖν παρὰ τοῦ Θεοῦ τῶν ὅλων σὺν προθυμίᾳ πολλῇ. μδʹ. «Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Οὕτω γὰρ προθυμότερος περὶ τὴν τῶν σῶν νόμων γενήσομαι φυλακήν. Διὰ μέν τοι τοῦ· «Εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,» ἐδήλωσε τὸν μέλλοντα βίον, ἐν ᾧ καθαρὰ καὶ ἀκραιφνὴς δοθήσεται ἅπασι τῶν θείων νόμων ἡ φυλακή. μεʹ, μϛʹ. «Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου, ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην.» Μετὰ πολλῆς, φησὶν, ὁδεύων εὐκολίας, καὶ κατὰ τὰς σὰς ἐντολὰς βιοτεύων, οὐδὲ βασιλικὴν ἔδεισα δυναστείαν, ἀλλὰ σὺν παῤῥησίᾳ πολλῇ τὴν πρὸς αὐτοὺς ἐποιούμην διάλεξιν. Ἡ γὰρ ἔννομος ζωὴ, παῤῥησίας δημιουργός. Καὶ τούτου μάρτυς ὁ μέγας Δαβίδ. Πρὸ μὲν γὰρ τῆς ἁμαρτίας, μετὰ πολλῆς τῷ Σαοὺλ διαλέγεται παῤῥησίας· μετὰ δὲ τὴν ἁμαρτίαν, καὶ τὸν πατραλοίαν ἀποδιδράσκων υἱὸν, κύπτων εἰς γῆν, καὶ τὴν κεφαλὴν καλύπτων, ἐβάδιζεν. Καὶ Ἡλίας ὁ πάνυ τῇ δικαιοσύνῃ θαῤῥῶν, τοῦ Ἀχαὰβ διήλεγχε τὴν ἀσέβειαν. Οὕτως ὁ θεσπέσιος Δανιὴλ τῷ Ναβουχοδονόσωρ ἔλεγεν· «Καὶ νῦν, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἀνομίας σου ἐν ἐλεημοσύναις ἀπόλουσαι, καὶ τὰς ἁμαρτίας σου ἐν οἰκτιρμοῖς πενήτων.» Οὕτως ὁ θεσπέσιος Παῦλος πρὸς Ἀγρίππαν, καὶ τὸν Φῆστον, καὶ τὸν Φήλικα διελέγετο. Οὕτως οἱ καλλίνικοι μάρτυρες τῶν δυσσεβῶν κατεφρόνησαν βασιλέων. μζʹ, μηʹ. «Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα.» Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει· καὶ ὁ ποιήσας, καὶ ὁ διδάξας, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Διά τοι τοῦτο καὶ ὁ θεῖος Προφήτης τῇ μελέτῃ τὴν πρᾶξιν προτέθεικεν. Εἰρηκὼς γὰρ, «Ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα,» καὶ τὸν θερμὸν ἐπιδείξας πόθον, ἐπήγαγεν· «Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα.» Ἃ γὰρ διὰ τῶν θείων λόγων ἐδιδασκόμην, ταῦτα διὰ τῶν ἔργων μετῄειν. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, φησὶν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. «Καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου.» Ἐνδελεχῶς γὰρ τὴν τούτων ἐποιούμην μελέτην.