Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1837
Not analysed yet
μθʹ. «Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με.» Νομοθετῶν ὁ Θεὸς, καὶ τοῖς φυλάττουσι τὸν νόμον τὴν οἰκείαν εὐμένειαν ἐπηγγείλατο, καὶ τοῖς παραβάταις τὴν τιμωρίαν. Μνησθῆναι τοίνυν τὸν Θεὸν τῶν οἰκείων ὑποσχέσεων ἱκετεύει. Εἰς ἐκείνας γὰρ, φησὶν, ἐλπίζειν ἐδίδαξάς με· καὶ δεικνὺς τῆς ἐλπίδος τὸ χρήσιμον, ἐπήγαγεν· νʹ. «Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με.» Ταύτην γὰρ ἔσχον παραψυχὴν ἐν ταῖς συμφοραῖς· καὶ ταύτης ὀχούμενος ὑπερέπλευσα τῶν κυμάτων. ναʹ. «Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα.» Ὑπερηφάνους καλεῖ τὸν Σαοὺλ, τὸν Ἀβεσσαλὼμ, τὸν τῶν Ἀμμανιτῶν βασιλέα, τὸν τὰ παράνομα ἐκεῖνα εἰς τοὺς ἀποσταλέντας παρ' αὐτοῦ πεποιηκότα. Ἀλλὰ ἐκεῖνοι μὲν, φησὶ, παράνομον ἠσπάσαντο βίον· ἐγὼ δὲ τοῖς σοῖς ἠκολούθησα νόμοις. Ταῦτα δὲ εἴποιεν ἂν καὶ οἱ καλλίνικοι μάρτυρες, ἀπὸ τῶν ἀπανθρώπων καὶ δυσσεβῶν τυράννων τὰ δεινὰ ἐκεῖνα καὶ χαλεπὰ πεπονθότες. νβʹ. «Ἐμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶνος, Κύριε, καὶ παρεκλήθην.» Ἔλαβον γὰρ εἰς νοῦν τὰ κατὰ τὸν Ἄβελ, τὰ κατὰ τὸν Ἀβραὰμ, τὰ κατὰ τὸν Ἰσαὰκ, τὰ κατὰ τὸν Ἰακὼβ, τὰ κατὰ τὸν Ἰωσὴφ, τὰ κατὰ τὸν Ἰὼβ, τὰ κατὰ τὸν Μωσῆ, ὅπως καὶ ποικίλοις περιπεσεῖν συνεχωρήθησαν πειρασμοῖς, καὶ περιφανεῖς αὐτοὺς ὕστερον καὶ περιβλέπτους ἀπέφηνας, ψυχαγωγίαν ἐντεῦθεν ἀποχρῶσαν ἐπορισάμην. νγʹ. «Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.» Ἐγὼ μὲν κακῶς πάσχων τῇ μνήμῃ τῶν σῶν ἐψυχαγωγούμην κριμάτων· ἠνιώμην δὲ ὅμως, καὶ διετέλουν ἀσχάλλων, πολλοὺς ὁρῶν ἀδεῶς τοὺς σοὺς παραβαίνοντας νόμους. νδʹ. «Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου, ἐν τόπῳ παροικίας μου.» Παρῴκησεν ὁ μακάριος Δαβὶδ ὑπὸ τοῦ Σαοὺλ διωκόμενος παρὰ τοῖς Ἀλλοφύλοις. Παροικίαν δὲ οἶμαι αὐτὸν καλεῖν, οὐκ ἐκεῖνον τὸν χρόνον, ἀλλὰ πάντα τὸν βίον. Οὐ γὰρ ὡς κατοικῶν, ἀλλὰ ὡς παροικῶν αὐτὸν διετέλεσε, καὶ ᾄδων τὰ τοῦ Θεοῦ δικαιώματα τὸν βίον διώδευσεν. Οὕτω γὰρ ἡρμήνευσαν καὶ οἱ λοιποὶ ἑρμηνευταί· «ᾌσματα ἦν μοι πάντα τὰ προστάγματά σου, ἐν τόπῳ τῆς παροικίας μου.» νεʹ. «Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου.» Νύκτωρ μὲν ἀεὶ διανιστάμενος ὁ τῶν ἁγίων χορὸς, καὶ προσεύχεται, καὶ ἀνυμνεῖ τὸν τῶν ὅλων Θεόν. Οἶμαι δὲ νύκτα ἐνταῦθα τῶν πειρασμῶν τὸν καιρὸν ὀνομάζεσθαι. Ζόφον γὰρ ἐπιφέρει, καὶ νυκτὸς δίκην τοῖς ἀνθρώποις ἐπέρχεται.