Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1840
Not analysed yet
Ἐν δὲ τούτῳ διαφερόντως ἀναγκαία τοῦ Θεοῦ τῶν ὅλων ἡ μνήμη, ψυχαγωγοῦσα, καὶ παραθαῤῥύνουσα, καὶ τοὺς ἐναντίους ἐξελαύνουσα λογισμούς. νϛʹ. «Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.» Οὕτω, φησὶν, ἠδυνήθην περιγενέσθαι, καὶ τῶν σῶν δικαιωμάτων προελέσθαι τὴν κτῆσιν. νζʹ. «Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου.» Οὐ πάντων ἐστὶ μερὶς ὁ Θεὸς, ἀλλὰ τῶν ἀσπαζομένων τὰ τέλεια. Οὕτω τῶν ἱερέων καὶ Λευϊτῶν μερὶς καὶ κλῆρος ἐγένετο. «Τοῖς γὰρ υἱοῖς, φησὶ, Λευῒ οὐκ ἔσται μερὶς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν, ὅτι μερὶς αὐτῶν ἐγὼ Κύριος.» Οὕτω καὶ ἐν τῷ πέμπτῳ καὶ δεκάτῳ ἔφη ψαλμῷ, «Κύριος μερὶς τῆς κληρονομίας μου, καὶ τοῦ ποτηρίου μου.» Λέγει τοίνυν καὶ ἐνταῦθα, ὅτι Τῶν ἄλλων ἁπάντων ὑπεριδών σε ἔχω μερίδα, καὶ περιουσίαν, καὶ πλοῦτον. Διὸ δὴ καὶ φυλάξαι τοὺς σοὺς ἐπείγομαι νόμους. νηʹ. «Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου.» Πανταχοῦ τὸ «ἐν ὅλῃ καρδίᾳ μου» προστίθησι, τῷ νόμῳ καὶ ἐν τούτῳ πειθόμενος. Οὕτω γὰρ καὶ τῶν ὅλων Θεὸς ἐνετείλατο, «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου.» —»Ἐλέησόν με κατὰ τὸ λόγιόν σου.» Οὐκ ἀορίστως ἐλεηθῆναι παρακαλεῖ· ἀλλὰ κατὰ τὸ θεῖον λόγιον τοῦ ἐλέους τυχεῖν. Τοῦτο δ' ἂν εἴποι καὶ συνετὸς ἄῤῥωστος τῷ ἰατρῷ, Ὡς οἶδας θεράπευσον, ὡς ἡ τέχνη διαγορεύει. Τοῦτο καὶ ὁ συνετὸς ἔμπορος εἴποι ἂν τῷ κυβερνήτῃ, Κατὰ τοὺς νόμους τῆς τέχνης ἴθυνον τὸ σκάφος, ὡς καὶ ἡ ἐπιστήμη κελεύει, κυβέρνησον. Οὕτω καὶ ἡμᾶς προσήκει τὸν θεῖον ἔλεον ἐπαγγέλλειν. Ὁ γὰρ αἰτούμενος οἶδε τοῦ ἐλέου τὸν τρόπον· πολλάκις γὰρ διὰ παιδείας πραγματεύεται σωτηρίαν, καὶ γίνεται ἡ τιμωρία φιλανθρωπία. Οὕτω καὶ ἰατρὸς, καὶ τέμνει, καὶ καίει, τῷ κάμνοντι τὴν ὑγίειαν πραγματευόμενος. Οὕτω καὶ ἡμᾶς αἰτεῖν τὸν ἔλεον χρή. Ἔστι γὰρ ὅτε καὶ διὰ πενίαν ἔλεος χορηγεῖται, καὶ δι' ἀῤῥωστίας φιλανθρωπίαν παρέχεται, καὶ κατὰ τὸν ἰατρικὸν λόγον τοῖς ἐναντίοις τὰ ἐναντία ἰᾶται. νθʹ. «Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.» Ὁ Ἑβραῖος δὲ τὰς ὁδούς μου ἔχει· ὡσαύτως δὲ καὶ οἱ ἄλλοι ἡρμήνευσαν ἑρμηνευταὶ, καὶ οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ. Λέγει δὲ, ὅτι Λογιστεύων μου τὰς ὁδοὺς, πρὸς τὰ μαρτύριά σου τοὺς ἐμοὺς πόδας κατεύθυνον, καὶ οὐκ εἴων ἐκτρέπεσθαι τῆς πρὸς σὲ φερούσης ὁδοῦ. ξʹ. «Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξασθαι τὰς ἐντολάς σου.» Εὐτρεπῆ γὰρ ἐμαυτὸν πρὸς τὰς τῶν δεινῶν ἐμβολὰς καταστήσας, ἐκ τῆς