Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1841
Not analysed yet
ἀθρόας προσβολῆς οὐχ ὑπέμεινα ζάλην. Οὕτως ὁ θεῖος Δανιὴλ, οὕτως οἱ μακάριοι παῖδες, οὕτως οἱ θαυμάσιοι Μακκαβαῖοι, οὕτως ἅπαντες τοῦ Σωτῆρος οἱ μάρτυρες, τὰς τῶν δυσσεβῶν ἐνίκησαν προσβολάς. Τοῦτο καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις παρεγγυᾷ· «Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται.» ξαʹ. «Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.» Τὰς ἐπιβουλὰς, ἤ τοι δαιμόνων, ἤ τοι ἀνθρώπων, σχοινία ἐκάλεσεν· ἐκ τῆς πλοκῆς τὴν ἀφορμὴν λαβὼν τῆς τροπῆς. Οὕτω καὶ Ἡσαΐας· «Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὑτῶν ὡς σχοινίῳ μακρῷ. «Τούτων δὲ, φησὶ, τῶν σχοινίων περιταθέντων μοι, οὐκ ἀπεσεισάμην τοῦ θείου νόμου τὴν μνήμην. Εἶτα διδάσκει καὶ τῆς μνήμης τὰ αἴτια. ξβʹ. «Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.» Οὐ γὰρ μεθ' ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ κατ' αὐτὸ τῆς νυκτὸς τὸ μεσαίτατον, ἐν ᾧ μετὰ πλείονος ἡδονῆς ὁ ὕπνος τοῖς ἀνθρώποις ἐπέρχεται, ὑμνῶν σε διετέλουν, τὰς δικαίας σου ψήφους ἀνευφήμουν. Τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος μετὰ τοῦ Σίλα [πεποίηκεν· πεπεδημένος γὰρ σὺν τῷ Σίλᾳ] καὶ τῇ ποδοκάκῃ προσδεδεμένος μετὰ αἰκίας καὶ μάστιγος, τῇ προσευχῇ τὴν ὑμνῳδίαν ἐκέρασε, καὶ τῆς καλῆς ἀγρυπνίας ἐτρύγησαν τὸν καρπόν· τῆς θείας γὰρ φιλοτιμίας ἀπήλαυσαν. ξγʹ. «Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου.» Ὁ δὲ Σύμμαχος, ἀντὶ τοῦ μέτοχος, συνημμένος εἴρηκεν, ὁ δὲ Σύρος, φίλος. Ἀποστρεφόμενος γὰρ τοὺς τἀναντία τοῖς σοῖς νόμοις προαιρουμένους, κοινωνοὺς εἶχον καὶ συνήθεις τοὺς τὸν [σὸν], φόβον περὶ πολλοῦ ποιουμένους, καὶ βιοτεύειν ἐννόμως προαιρουμένους. Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ, «Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός.» ξδʹ. «Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με.» Ἐπὶ πάντας, φησὶ, πλουσίως ἐκχέεις τὰς τοῦ ἐλέους πηγὰς, καὶ ἀνατέλλεις τὸν ἥλιόν σου ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχεις ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ οὐκ ἐπάγεις τὴν ὀργὴν καθ' ἑκάστην ἡμέραν, ἀλλὰ φέρεις μακροθύμως τοὺς μὲν γάμους διορύττοντας ἀλλοτρίους, τοὺς δὲ αἵματι μιαινομένους ἀδίκῳ· ἄλλους δὲ σφετεριζομένους τὰ μὴ προσήκοντα· τοὺς δὲ βλασφημίαις τὴν γλῶτταν μολύνοντας, καὶ τοὺς ἄλλους ἄλλο τι τῶν παρανόμων τολμῶντας. Τοσαύτῃ τοίνυν φιλανθρωπίᾳ χρώμενος, κἀμὲ ταύτης ἀξίωσον, Δέσποτα, τῶν σῶν μοι δικαιωμάτων παρέχων τὴν γνῶσιν. ξεʹ. «Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου.