Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1844
Not analysed yet
Κύριε, κατὰ τὸν λόγον σου.» Πεῖραν τῆς σῆς ἔλαβον ἀγαθότητος· διόπερ αὖθις ταύτης ἀπολαῦσαι παρακαλῶ, καὶ κατὰ τοὺς σοὺς διαβιῶναι νόμους ἀντιβολῶ. ξϛʹ. «Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.» Οἶδεν ὁ Προφήτης παιδείας τὸ χρήσιμον· καὶ ὅτι φιλανθρωπίᾳ χρώμενος ὁ Δεσπότης ταύτην ἐπιφέρει τοῖς ἀνθρώποις. Οὗ δὴ χάριν ταύτης μεταλαχεῖν ἀξιοῖ. Χρηστότητι γὰρ χρώμενος ὁ Θεὸς τὴν παιδείαν ἐπάγει, ἡ δὲ παιδεία τὴν γνῶσιν ἐργάζεται. Οὕτω καὶ ὁ προφήτης Ἱερεμίας ἀντιβολεῖ, «Παίδευσον ἡμᾶς, Κύριε· πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλιγοστοὺς ποιήσῃς ἡμᾶς.» Οὕτω καὶ ἄῤῥωστος ὑγίειαν ποθῶν, καὶ σιδήρου τομὴν, καὶ καυστήρια ἐπιζητεῖ. Εἶτα διδάσκει πόθεν ἔγνω τῆς παιδείας τὸ χρήσιμον. ξζʹ. «Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλησα· διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα.» Ἐγὼ, φησὶν, ἐμαυτῷ τὴν παιδείαν προὐξένησα. Ἀδικίας ἐλευθέρα τῆς τιμωρίας ἡ ψῆφος· τῇ ἁμαρτίᾳ ἠκολούθησεν ἡ παιδεία· τῇ παιδείᾳ, τῶν νόμων ἡ φυλακή. Ἠῤῥώστησα, ἐτμήθην, ἐῤῥώσθην. ξηʹ. «Χρηστὸς εἶ σὺ, Κύριε.» Τῷ ὄντι [γὰρ] χρηστὸς ὑπάρχεις καὶ φιλάνθρωπος. «Καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου.» Διὰ τοῦτο θαῤῥῶν αἰτῶ παρὰ σοῦ λαβεῖν τῶν σῶν δικαιωμάτων τὴν γνῶσιν. ξθʹ. «Ἐπληθύνθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων· ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου.» Οἱ μὲν γὰρ ἀλαζονείᾳ χρώμενοι πᾶν εἶδος ἐπιβουλῆς καττύουσι κατ' ἐμοῦ· ἀλλ' ὅμως πρὸς τὴν αὐτῶν παρανομίαν οὐκ ἐρεθίζομαι, ταῖς σαῖς ἐντολαῖς ῥυθμιζόμενος. οʹ. «Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν· ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.» Ἔοικε τοῦτο τῷ προφητικῷ ῥητῷ, «Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν.» Ἔοικε δὲ καὶ τοῖς ἐν τῇ Ἐξόδῳ περὶ τοῦ Φαραὼ εἰρημένοις, «Καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ.» Ἐκεῖνοι μὲν οὖν, φησὶν, ἀντίτυπον ἐσχήκασι τὴν καρδίαν, αὐτοὶ τὸ ἁπαλὸν αὐτῆς σκληρὸν ἐργασάμενοι, καὶ καθάπερ γάλα πήξαντες, καὶ τυρώσαντες· ἐγὼ δὲ τῇ μελέτῃ τοῦ νόμου σου προστέτηκα. οαʹ. «Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.» Χάριν ὁ Προφήτης ὁμολογεῖ, τοῖς αὐστηροτέροις τοῦ ἰατροῦ φαρμάκοις, τὴν ἐντεῦθεν γενομένην καταμαθὼν ὑγίειαν.