Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1845
Not analysed yet
οβʹ. «Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου, ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.» Εἰ γὰρ καὶ τῆς βασιλείας ἀπὸ τοῦ παιδὸς ἐξηλάθην, ἀλλὰ διὰ τῆς παιδείας τὸν σὸν νόμον ἀνεκτησάμην, ὃν τοῦ πλούτου παντὸς τιμιώτερον ἔχω. ογʹ. «Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.» Τῆς περὶ τὴν ἀνθρωπείαν φύσιν φιλοστοργίας ἀναμιμνήσκει τὸν Ποιητήν. Λόγῳ γὰρ ἅπαντα τεκτηνάμενος αὐτὸς λέγεται διαπλᾶσαι τῶν ἀνθρώπων τὴν φύσιν, οὐ χερσὶ χρησάμενος· ἀσώματος γάρ· ἀλλὰ τὴν πλείονα περὶ τόδε τὸ ποίημα διάθεσιν ἐνδειξάμενος. Ἱκετεύει τοίνυν τὸν διαπλάσαντα χορηγῆσαι τῷ ποιήματι σύνεσιν. οδʹ. «Οἱ φοβούμενοί σε, ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα·» Πρόφασις, φησὶν, εὐφροσύνης τοῖς εὐσεβέσι γενήσομαι, ἐλπίσας εἰς σὲ, καὶ κατάλληλον εὑρὼν τῇ ἐλπίδι τὸ τέλος. οεʹ. Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με.» Ταῦτα διαφερόντως λέγει τὴν οἰκείαν εὐγνωμοσύνην δεικνύς. Οἶδα, φησὶν, ἀκριβῶς, ὡς ὀρθῶς μου καὶ δικαίως κατεψηφίσω, καὶ ταῖς παντοδαπαῖς περιέβαλες συμφοραῖς. οϛʹ. «Γενηθήτω δὲ τὸ ἔλεός σου, Κύριε, τοῦ παρακαλέσαι με.» Ἀλλὰ φιλανθρωπίας λοιπὸν καὶ ψυχαγωγίας καιρός. «Κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου.» Τῇ γὰρ μεταμελείᾳ χρωμένοις τὴν σὴν εὐμένειαν ἐπηγγείλω. Τοῦτο καὶ διὰ Ἡσαΐου ἔφη· «Ὅταν ἀποστραφῇς καὶ στενάξῃς, τότε σωθήσῃ.» Καὶ διὰ τοῦ Ἱερεμίου βοᾷ, «Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς.» οζʹ. «Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι· ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν.» Νεκρὸν ἑαυτὸν ἡγεῖται τῆς θείας ἐστερημένον εὐμενείας· οὗ δὴ χάριν ὥσπερ ἀναβιῶναι διὰ τῆς θείας φιλανθρωπίας παρακαλεῖ. οηʹ. «Αἰσχυνθήτωσαν ὑπερήφανοι ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου.» Οὐκ ἐπαρᾶται τοῖς ἐχθροῖς, ἀλλ' ὑπερεύχεται τούτων· ἡ γὰρ αἰσχύνη σωτηρίαν πραγματεύεται· ἧς τοίνυν ἀπήλαυσεν ἰατρείας, κἀκείνους τυχεῖν ἀξιοῖ. οθʹ. «Ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.» Ὡς πόῤῥω τοῦ χοροῦ τῶν δικαίων διὰ τὴν ἁμαρτίαν γενόμενος, καὶ πάντων αὐτῶν τῷ Θεῷ παραπλησίως ἀποστραφέντων, ἱκετεύει πάλιν αὐτοῖς ἑνωθῆναι, καὶ τὴν πρὸς αὐτοὺς κοινωνίαν ἀπολαβεῖν. Τοῦτο γὰρ ὁ Σύμμαχος σαφέστερον παρεδήλωσεν, Ἀναστρεψάτωσάν με οἱ φοβούμενοί σε.