Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1848
Not analysed yet
πʹ. «Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.» Μώμου παντὸς ἐλευθέραν ἔχειν καρδίαν ἐφίεται. Ἡ τοιαύτη γὰρ αἰσχύνης ἀπήλλακται. Διά τοι τοῦτο καὶ εὐθὺς ἀρξάμενος τοῦ ψαλμοῦ τοὺς ἀμώμους ἐμακάρισεν. παʹ. «Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.» Οἱ σφόδρα τι ποθοῦντες, καὶ ἐστερημένοι τοῦ ποθουμένου, ἐκλείπειν φασίν. Οὕτως οἱ ἄγαν διψῶντες, καὶ σπανίζοντες ὕδατος. Οὕτως οἵ τινα τῶν γνωρίμων ἐξ ἀποδημίας προσμένοντες, ἱμείρονται μὲν ἀεὶ, κατατήκονται δὲ τῷ πόθῳ διαμαρτάνοντες. Οὕτω καὶ οἱ συμφοραῖς τισι προσπαλαιόντες, καὶ τὴν θείαν εὐμένειαν προσμένοντες, ἀναβαλλομένην ταύτην ὁρῶντες ἐκλείπουσιν. πβʹ. «Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες, Πότε παρακαλέσεις με;» Λόγιον καὶ ὑπόσχεσις ἡ θεία καλεῖται, καὶ ἡ θεόπνευστος Γραφή. Ἐκλείπει τοίνυν οὐ μόνον ὁ τὴν ὑπόσχεσιν τὴν θείαν ἀναμένων, καὶ τὴν λύσιν τῶν ἐπικειμένων κακῶν προσδεχόμενος· ἀλλὰ καὶ ὁ τοῖς θείοις ἐντυγχάνων λογίοις, καὶ τὴν τούτων διάνοιαν καταμαθεῖν ἀκριβῶς ἐφιέμενος, καὶ παράκλησιν καὶ ψυχαγωγίαν ὑπολαμβάνει τὴν εὕρεσιν. πγʹ. «Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.» Ὁ ἀσκὸς θερμαινόμενος χαυνοῦται, καὶ φυσώμενος ἐξογκοῦται· ἐν δὲ τῇ πάχνῃ σκληρύνεται καὶ πήγνυται. Οὕτω καὶ τοῦ σώματος ἡ φύσις χαυνοῦται μὲν τῇ τρυφῇ, καὶ ἐξογκοῦται, καὶ κατὰ τῆς ψυχῆς ἐξανίσταται· τῆς δὲ ἀσκητικῆς κακουχίᾳ ταπεινοῦται καὶ πιέζεται. Καὶ τούτου μάρτυς ὁ Παῦλος βοῶν, «Ἀλλ' ὑποπιέζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.» Τοιγάρτοι καὶ ὁ Προφήτης, ἐπειδὴ διωκόμενος ὑπὸ τοῦ Σαοὺλ, κρείττων ἦν τῶν παθῶν· εἰρήνης δὲ ἀπολαύσας, τοῖς ἀπὸ τῆς τρυφῆς ἐβλάβη σκιρτήμασι, ταπεινώσας τὸ σῶμα, τῶν θείων νόμων τὴν μνήμην ἀνενεώσατο. πδʹ. «Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;» Ὀλίγος, φησὶν, τῆς ἀνθρωπίνης φύσεως ὁ χρόνος. Αἱ γὰρ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη. Πότε τοίνυν μοι δικάσεις, καὶ τῶν δυσμενῶν ἀπαλλάξεις; πεʹ. «Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε.» Τῷ μὲν Προφήτῃ τοὺς ἐχθροὺς ἀνελεῖν συνεβούλευσαν· αὐτὸς δὲ τῷ θείῳ νόμῳ πειθόμενος, τὴν θείαν ψῆφον ἀνέμε-