Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1849
Not analysed yet
νεν. Ἀλλὰ καὶ ἡμῖν τῶν λογίων τούτων διδασκαλία χρησιμωτάτη. Προσήκει γὰρ φυγεῖν οὐ μόνον τοὺς Ἑλλήνων μύθους, καὶ τὴν Ἰουδαίων ἀπιστίαν, ἀλλὰ καὶ τῶν αἱρετικῶν τὰ βλάσφημα δόγματα. πϛʹ. «Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια.» Διὰ τοῦτο γάρ σου προαιροῦμαι τὸν νόμον, ἐπειδὴ πάσας σου τὰς ἐντολὰς ἀληθείᾳ κοσμουμένας ὁρῶ. «Ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. [πζʹ] Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ· ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου.» Πολλὴ, φησὶν, ἡ ἀδικία, καὶ ἡ δυναστεία τῶν δυσμενῶν· καὶ αὐτῆς γάρ με μικροῦ δεῖν ἐστέρησαν τῆς ζωῆς. πηʹ. «Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.» Ταπεινοφροσύνῃ τὸν λόγον ἐκόσμησεν. Οὐ γὰρ τῆς δικαιοσύνης ἀντίδοσιν ᾔτησε τὴν ζωὴν, ἀλλὰ δῶρον ἐλέου ταύτην λαβεῖν ἠντιβόλησε, φυλάττειν ὑποσχόμενος τοῦ Θεοῦ τὰ μαρτύρια. πθʹ. «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.» Πάντα γὰρ, φησὶ, ῥᾴδιά σοι τῷ Δεσπότῃ καὶ δυνατά. Τὸ πρόσταγμα γὰρ τὸ σὸν ἀκίνητα φυλάττει τῶν οὐρανῶν τὰ κύτη. Τοῦτο δὲ καὶ τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ ὀγδόῳ ἔφη ψαλμῷ· «Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.» Αἰνίττεται δὲ κατὰ ταὐτὸν, ὡς τῶν ἀγγέλων οἱ δῆμοι τὸν οὐρανὸν κατοικοῦντες τὸν θεῖον διαφυλάττουσι νόμον, καὶ παραβάσεώς εἰσιν ἁπάσης ἐλεύθεροι. ϟʹ. «Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου.» Ταύτην γὰρ καὶ τῇ τῶν Ἰουδαίων ἐφύλαξας γενεᾷ, καὶ τῇ ἑτέρᾳ τῇ μετ' ἐκείνην γεγενημένῃ· λέγει δὲ τὸν ἐξ ἐθνῶν λαὸν, τὸν διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς σωτηρίας τετυχηκότα. «Ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει. [ϟαʹ] Τῇ διατάξει σου διαμένει ἡμέρα.» Ἔδωκας τῇ γῇ τὸ ἐπιπλεῖστον διαρκὲς, καὶ μεμένηκεν ὡς προσέταξας· διώρισας ἀπὸ τῆς νυκτὸς τὴν ἡμέραν, καὶ κατὰ τοὺς σοὺς ὁδεύει νόμους. «Ὅτι τὰ σύμπαντα δοῦλα σά.» Πάντα γάρ σοι δουλεύει, καὶ τοῖς σοῖς νεύμασιν εἴκει· σὺ γὰρ ὁ Δημιουργὸς τῶν ὅλων. ϟβʹ. «Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.» Ταῦτα ἕκαστος εἴποι ἂν τῶν εὐσεβῶν περιπεσὼν συμφοραῖς· καὶ Ἰωσὴφ δουλείαν, μοιχείαν, καὶ συκοφαντίαν φυγών· καὶ Δανιὴλ εὔξασθαι κωλυθεὶς, καὶ οἱ τρεῖς ἐκεῖνοι προσκυνῆσαι καταναγκαζόμενοι τὴν εἰκόνα· καὶ οἱ νικηφόροι μάρτυρες παντοδαπῆς τιμωρίας ὑπομείναντες εἴδη. Εἰκότως δὲ ταῦτα ἔφη ὁ μακάριος Δαβὶδ, ἐξελασθεὶς μὲν ὑπὸ τοῦ Σαοὺλ, Ἀλλοφύλοις δὲ καὶ δυσσεβέσιν ἀνθρώποις συνδιάγειν ἀναγκαζόμενος. Ἐκοινώνησε γὰρ ἂν τῆς ἀσεβείας, εἰ μὴ τῶν θείων νόμων συμπεριέφερε τὴν μελέτην.