Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1852
Not analysed yet
ϟγʹ. «Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με.» Τῇ πείρᾳ γὰρ μαθὼν, ὅτι ζωὴν τὰ σὰ δικαιώματα φύει. ἄσβεστον τούτων διατηρήσω τὴν μνήμην. ϟδʹ. «Σός εἰμι ἐγὼ, σῶσόν με· ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.» Οὐ πάντες ταύτῃ κεχρῆσθαι δυνάμεθα τῇ φωνῇ. Ψεύδεται γὰρ τῆς ἁμαρτίας ὢν ὁ δοῦλος τοῦ Θεοῦ ἑαυτὸν ὀνομάζων· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Ἐὰν τοίνυν ἐκείνης ἀπαλλαγέντες, τοὺς θείους προελώμεθα νόμους, ταύτῃ κεχρῆσθαι δυνάμεθα τῇ φωνῇ. ϟεʹ. «Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με, τὰ μαρτύριά σου συνῆκα.» Τὸ ὑπέμειναν, προσεδόκησαν ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων εἴρηκαν. Ἐκεῖνοι μὲν ἤλπισάν με παραδοῦναι θανάτῳ· ἐγὼ δὲ τοῖς σοῖς προσέχων μαρτυρίοις τὴν ἐντεῦθεν ἐκαρπούμην ζωήν. ϟϛʹ. «Πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Ὁ δὲ Σύμμαχος οὕτως· Πάσης κατασκευῆς εἶδον πέρας, εὐρύχωρος ἡ ἐντολή σου σφόδρα. Πάντα, φησὶ, τὰ ἀνθρώπεια, καὶ πλοῦτος, καὶ περιουσία, καὶ δυναστεία, καὶ ἡγεμονίαι, καὶ στρατηγίαι, τυραννίδες καὶ βασιλεῖαι, τέλος ἔχουσι, καὶ τέλος ταχύ· ἡ δὲ σὴ ἐντολὴ πλατεῖά ἐστι, καὶ ἀνώλεθρος, καὶ τοῖς φυλάττουσι προξενεῖ τὸν ἀπέραντον ἐκεῖνον καὶ αἰώνιον βίον, καὶ τὰ ἀγαθὰ μεταβολὴν οὐδεμίαν δεχόμενα. ϟζʹ. «Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε, ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν.» Οὐ πᾶς τὸν θεῖον νόμον πληρῶν ἀγαπῶν τοῦτον πληροῖ, ἀλλὰ οἱ μὲν δέει καὶ φόβῳ τῆς τιμωρίας, οἱ δὲ δόξαν τὴν παρὰ ἀνθρώπων θηρώμενοι. Οἱ δὲ γνήσιοι τῆς ἀρετῆς ἐρασταὶ τῇ περὶ τὰ ἀγαθὰ διαθέσει πληροῦν ἐπείγονται τὰ θεῖα προστάγματα. ϟηʹ. «Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμοί ἐστιν.» Θερμῶς τὸν θεῖον ἀγαπᾷν ὁ Προφήτης ὁμολογήσας νόμον, τῇ θείᾳ χάριτι τὸ πᾶν ἀνατίθησι. Παρὰ σοῦ γὰρ, φησὶ, σοφίαν καὶ γνῶσιν δεξάμενος, τὸν σὸν ἔστερξα νόμον· πλείονα γάρ μοι τῶν ἐχθρῶν εἴδησιν ἔδωκας. Διὸ οἱ μὲν ἀνελεῖν με σπουδάζουσιν, ἐγὼ δὲ οὐδὲ ἀμύνασθαι τοὺς ἀδικοῦντας ἀνέχομαι. Τὸ γὰρ αἰώνιον τῆς ἀρετῆς φαντάζομαι κέρδος. ϟθʹ, ρʹ. «Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.» Βασιλέων ἴδιον τὸ διδάσκειν, τὸ δὲ διδάσκεσθαι, τῶν ἀρχομένων. Ἐβασίλευσεν ὁ Σαοὺλ, πρεσβύτερος ἦν καὶ τῷ χρόνῳ· ἀλλ' ὅμως οὔτε ἡ ἐξουσία τῆς βασιλείας, οὔτε τῆς ἡλικίας ὁ χρόνος, σωφρο-