Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1853
Not analysed yet
νεῖν αὐτὸν παρεσκεύαζεν, ἀλλὰ τὸν εὐεργέτην ἀνελεῖν ἐπεθύμει. Ὁ δὲ μέγας Δαυῖδ, τοῖς ὑπηκόοις ἔτι συντεταγμένος, καὶ νέαν ἄγων τὴν ἡλικίαν, τὴν φιλοσοφίαν ἠγάπησε, καὶ οὔτε ἄρξαι χειρῶν ἀδίκων ἠνέσχετο, οὔτε τοὺς ἀδικοῦντας ἀμύνασθαι. ραʹ. «Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου.» Οὔτε γὰρ δυνατὸν δύο κατὰ ταὐτὸν ὁδεύειν ὁδοὺς, ἀκολασίας καὶ σωφροσύνης, δικαιοσύνης καὶ ἀδικίας· ἀλλὰ δεῖ τὰς ἐναντίας φυγεῖν, καὶ τὴν εὐθεῖαν ὁδεῦσαι· οὕτω γὰρ οἷόν τε γίνεσθαι τῶν θείων φύλακας λόγων. ρβʹ. «Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με.» Σὲ γὰρ τούτων ἐπιστάμενος νομοθέτην, μετὰ πάσης αὐτὰ διαθέσεως ἠσπαζόμην. ργʹ. «Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου.» Οὐ γὰρ οὕτως ἡδύνει μου τὴν τοῦ στόματος αἴσθησιν ἡ γλυκύτης τοῦ μέλιτος, ὡς εὐφραίνει μου τὴν ψυχὴν ἡ τῶν σῶν λογίων μελέτη. Τὸν γὰρ λάρυγγα τέθεικεν, ὡς ὄργανον ὄντα φωνῆς· διὰ φωνῆς δὲ ἡ μελέτη. Τούτοις δὲ ἡ ψυχὴ κεχρημένη τὴν ἐντεῦθεν ὠφέλειαν καρποῦται. ρδʹ. «Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας.» Συνεὶς γὰρ τίσιν ἀρέσκῃ, ἀπεστράφην ἅπαντα τῆς κακίας τὰ εἴδη. ρεʹ. «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.» Οὐ γὰρ ἐν σκότει βαδίζω, οἷόν τινι λύχνῳ τῷ σῷ φωτιζόμενος νόμῳ· Εἰδέναι μέντοι χρὴ, ὡς ὁ μὲν νόμος λύχνος ὠνόμασται, ὁ δὲ Σωτὴρ καὶ Κύριος ἡμῶν δικαιοσύνης ἥλιος. Ὁ μὲν γὰρ οἷα δὴ λύχνος μόγις ἓν κατηύγασεν ἔθνος, ὁ δὲ πᾶσαν τὴν οἰκουμένην ἐφώτισεν. Οὕτω καὶ τὸν θεσπέσιον Ἰωάννην λύχνον προσηγόρευσεν ὁ Δεσπότης Χριστὸς, ἔτι νυκτὸς οὔσης ἐπιφανέντα τοῖς Ἰουδαίοις. Ἔπειτα δὲ τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἀνέτειλεν. Καὶ τοὺς ἱεροὺς ἀποστόλους φῶς προσηγόρευσεν, ὡς ἐκείνου τοῦ φωτὸς μετειληφότας, καὶ πάντας ἀνθρώπους φωτίσαντας διὰ τῆς αὑτῶν διδαχῆς. ρϛʹ. «Ὤμοσα, καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.» Τὴν βεβαίαν τῆς ψυχῆς κρίσιν ὅρκον ὠνόμασεν, ἐπειδὴ ὅρκῳ βεβαιοῦται τῶν πραγμάτων τὰ πλεῖστα. ρζʹ. «Ἐταπεινώθην ἕως σφόδρα, Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου.» Οὐχ ἁπλῶς ἔφη τεταπεινῶσθαι, ἀλλὰ σφόδρα τεταπεινῶσθαι· καὶ ταῦτα βασιλεὺς ὢν καὶ προφήτης, καὶ τὴν ἀπὸ τῆς ἀρετῆς παῤῥησίαν ἔχων, καὶ πλούτῳ κομῶν, καὶ τῶν πολεμίων κρατῶν. Ἀλλ' οὔτε τῇ σοφίᾳ, οὔτε τῇ ἀνδρείᾳ, οὔτε τῇ δικαιοσύνῃ θαῤῥῆσαι ἠνέσχετο πώποτε· τῆς δὲ θείας ταῦτα χάριτος ὑπελάμβανε