Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1856
Not analysed yet
δῶρα. Καὶ ζωὴν δὲ αἰτῶν δοῦναι δυνάμενον, οὐκ ἀορίστως αἰτεῖ, ἀλλὰ τὴν λογικὴν, τὴν ἔννομον, τὴν τῷ θείῳ νόμῳ λαμπρυνομένην. ρηʹ. «Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με.» Τῶν τῆς ἀρετῆς κατορθωμάτων τὰ πλεῖστα μὲν οἱ θεῖοι νόμοι διαγορεύουσιν· ἔνια δὲ καὶ ἡ γνώμη προστίθησιν. Οὕτω καὶ τῶν θυσιῶν τὰ μὲν νομικὰ, τὰ δὲ γνωμικά. Τὰ μὲν γὰρ περὶ ἁμαρτίας, καὶ πλημμελείας, καὶ περὶ ἀγνοίας, ὁ νόμος προσφέρειν ἐκέλευσεν, καὶ ταῦτα οἷόν τι χρέος ἀπεδίδοτο τῷ Θεῷ. Τὰ δὲ τῇ φιλοτιμίᾳ τῆς γνώμης προσφερόμενα, δῶρα προσηγόρευσεν. Οὕτω καὶ νῦν τὴν μὲν σωφροσύνην, καὶ τὴν δικαιοσύνην, οἱ εὐαγγελικοὶ διαγορεύουσι λόγοι· παρθενία δὲ, καὶ μετὰ γάμον ἐγκράτεια, καὶ ἀκτημοσύνη, καὶ μονήρης βίος, καὶ ἡ ἐν ἐρήμοις διαγωγὴ, τῆς γνώμης ἔργα, τοῦ νόμου ὑπερπηδῶντα. Τὰ τοιαῦτα τοίνυν ὁ Προφήτης ἑκούσια προσηγόρευσεν. Ἃ γὰρ οὐχ ὑπόκειται νόμων ἀνάγκῃ, ἀλλὰ φιλοθέου γνώμης ὑπάρχει καρπὸς, εἰκότως ἑκούσια προσηγόρευται. ρθʹ. «Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διὰ παντὸς, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.» Ὑπὸ τῆς σῆς γὰρ προνοίας φρουρούμενος, τὴν λήθην τῶν σῶν ἐξώρισα νόμων. ριʹ. «Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.» Πολλὰς καὶ παντοδαπὰς καὶ ἄνθρωποι καὶ δαίμονες ἐπιβουλάς μοι τυρεύουσιν· ἐγὼ δὲ τὴν ἀπλανῆ τῶν σῶν ἐντολῶν πορείαν προειλόμην ὁδεύειν. ριαʹ. «Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν.» Κλῆρον αἰώνιόν τε καὶ ἄσυλον τὰ μαρτύριά σου εἶναι πιστεύων, ἐπὶ τῇ κτήσει τούτων ἀγάλλομαί τε καὶ εὐφραίνομαι. ριβʹ. «Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα, δι' ἀντάμειψιν.» Τρυτάνῃ ἔοικε τὸ τῆς ψυχῆς βουλευτήριον· κατέχει δὲ τὴν τρυτάνην ὁ νοῦς ἡγεμονεύειν λαχών. Ἐὰν τοίνυν τοῖς εὐσεβέσι προσθῆται λογισμοῖς, ἀνάγκη κλίνειν ἐπὶ τὰ ἀμείνω τὰ ζυγά. Τοῦτο δεδρακέναι ὁ Προφήτης φησίν· «Ἔκλινα τὴν καρδίαν μου, τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα, δι' ἀντάμειψιν.» Τὸ γὰρ ἐκ τούτων φυόμενον θεασάμενος κέρδος, ἀσπασίως τοὺς ὑπὲρ τούτων ἀνεδεξάμην ἱδρῶτας. Καὶ διδάσκων ὅπως τὰ θεῖα προείλετο, ἐπήγαγε· ριγʹ. «Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα.» Τοὺς γὰρ παρανομεῖν ὑποτιθεμένους ἀποσεισάμενος λογισμοὺς, τὸν σὸν προτετίμηκα νόμον. ριδʹ. «Βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶ, εἰς