Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1857
Not analysed yet
τοὺς λόγους σου ἐπήλπισα.» Οὐ δίχα δὲ τοῦτο τῆς σῆς βοηθείας κατώρθωσα, ἀλλὰ τῆς σῆς ἀπολαύσας ῥοπῆς, καὶ τῇ σῇ ἐλπίδι τρεφόμενος. ριεʹ. «Ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου.» Ταῦτα, φησὶ, καὶ τοῖς ἀτόποις ἔλεγον λογισμοῖς, καὶ τοῖς τὰ φαῦλα συμβουλεύειν ἐπιχειροῦσιν, ὅτι μηδεμίαν μοι τοιαύτην ὑποτίθεσθε συμβουλήν· ἐμοὶ γὰρ κατὰ τὰς θείας ἐντολὰς προαιρετέα ζωή. Οὐχ ἁπλῶς δὲ ταύταις ἀκολουθήσω, ἀλλὰ μετὰ πάσης αὐτὰς ἀκριβείας ἀνερευνήσω· ὥστε μηδέν με τούτων λαθεῖν, ἀλλὰ πάντα πληρῶσαι, ὅσα τῶν ὅλων ὁ Κύριος ἐνετείλατο. ριϛʹ. «Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.» Τοῦτον τοίνυν ἔχοντα τὸν σκοπὸν τῆς σῆς προνοίας ἀξίωσον, ἵνα μὴ διαμαρτὼν τῆς ἐλπίδος αἰσχύνης ἀναπλησθῶ· τὸ δὲ λόγιον ἐνταῦθα τὴν ὑπόσχεσιν λέγει, ἀντὶ τοῦ, Τὴν ἐπαγγελθεῖσάν μοι παράσχου σωτηρίαν. ριζʹ. «Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός.» Καὶ γὰρ τυχεῖν τῆς σωτηρίας τῶν σῶν δικαιωμάτων οὐκ ἀμελήσω, ἀλλὰ διαπαντὸς τὴν τούτων μελέτην ποιήσομαι. Μελέτην δὲ λέγει, οὐ τὴν ἐν λόγοις μόνον, ἀλλὰ καὶ τὴν ἐν ἔργοις. ριηʹ. «Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.» Ταύτην δὲ περὶ τὰς σὰς ἐντολὰς σχήσω τὴν προθυμίαν, ἐπονειδίστους καὶ καταγελάστους γεγενημένους τοὺς τούτων παραβάτας εἰδώς. ριθʹ. «Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου.» Ἀντὶ τοῦ παραβαίνοντας, ὁ μὲν Θεοδοτίων εἰς οὐδὲν εἴρηκεν· ὁ δὲ Σύμμαχος σκωρίαν. Ὁ δὲ Προφήτης δεδήλωκεν, ὡς ἐξουθενῶν καὶ αὐτὸς τῷ Θεῷ παραπλησίως τοὺς παραβάτας, πᾶσαν προθυμίαν εἰς τὴν ἐκπλήρωσιν τῶν θείων λογίων προσήνεγκεν· ἅτε δὴ τὴν τῆς παρανομίας ζημίαν εἰδώς. ρκʹ. «Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.» Ἡ ψυχή μου, φησὶ, τὸν σὸν περίκειται φόβον. Ἀλλ' ἐπειδὴ τὸ σῶμα κατεξανίσταται ταύτης, καὶ τὰ τούτου μέλη, παρακαλῶ τούτῳ καθηλωθῆναι τῷ φόβῳ· ὥστε αὐτὰ νεκρὰ τῇ ἁμαρτίᾳ γενόμενα, τῇ τῆς ψυχῆς ἀκολουθεῖν ποδηγίᾳ. Τοῦτο ἔοικε τῷ ἀποστολικῷ ἐκείνῳ ῥητῷ, «Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολα-