Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1860
Not analysed yet
τρεία.» Καὶ πάλιν, «Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» ρκαʹ. «Ἐποίησα κρῖμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με.» Τοῖς σοῖς, φησὶν, ἀκολουθεῖν προελόμενος νόμοις, μὴ γένωμαι τοῖς δυσμενέσιν εὐάλωτος. Τίς δὲ νῦν ἔχει τοσαύτης ψυχῆς καθαρότητα, ὥστε σὺν παῤῥησίᾳ τοιούτοις χρήσασθαι λόγοις; Τούτοις μέν τοι καὶ ὁ θεῖος Ἀπόστολος προσόμοια εἴρηκεν, «Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν. ρκβʹ. «Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν.» Ὁ δὲ Σύμμαχος, Ἀνάδεξαί με εἰς ἀγαθὸν τὸν δοῦλόν σου. Ὁ δὲ Ἀκύλας, καὶ ὁ Θεοδοτίων, ἐγγύησαι· ἀντὶ τοῦ, Ἀληθεύων, οὐ ψεύδομαι, πίστευσον ὑποσχομένῳ τῷ δούλῳ σου αὐτὸς ἐγγυητὴς γενοῦ τῆς ἐμῆς ὑποσχέσεως, ὅτι σου πληρῶσαι σπουδάσω τοὺς νόμους. «Μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι.» Ἀλγεινὸν ἡ συκοφαντία, κἂν μέγαν ἔχῃ μισθόν. Ταύτῃ καὶ ὁ θαυμάσιος περιπέπτωκεν Ἰωσὴφ, καὶ ἕτεροι μυρίοι. Παρακελεύεται δὲ καὶ ὁ Κύριος εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. Οὐδὲν οὖν ἀπεικὸς οὐδὲ ὁ Προφήτης πεποίηκε, ταύτην αἰτήσας τὴν αἴτησιν. Διαφερόντως γὰρ ἡ τῶν ἀλαζόνων καὶ δυνατῶν συκοφαντία χαλεπωτέρα. Ἀδικία γὰρ προσλαβοῦσα τὴν δυναστείαν μείζονα τὴν λώβην ἐργάζεται. ρκγʹ. «Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου.» Πάλιν ἐνταῦθα λόγιον τὴν ὑπόσχεσιν καλεῖ. Διηνεκῶς, φησὶ, τὴν παρὰ σοῦ σωτηρίαν προσμένω, καὶ τῆς ὑποσχέσεως ἀναμένω τὸ τέλος. Τὸ δὲ ἐξέλιπον τέθεικε, τὴν ἐπιτεταμένην ἐπιθυμίαν δηλῶν. ρκδʹ. «Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με.» Ὁ τοσαύτης ἀρετῆς ἐργάτης ἐλέους τυχεῖν ἀξιοῖ, καὶ διὰ τούτου σωτηρίας ἀπολαῦσαι αἰτεῖ. Καὶ οὐκ ἀπαιτεῖ μισθὸν, ἀλλὰ φιλανθρωπίαν αἰτεῖ. ρκεʹ. «Δοῦλός σού εἰμι ἐγὼ, συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου.» Πάντες μὲν ἄνθρωποι φύσει δοῦλοι Θεοῦ, διαθέσει δὲ οἱ τοῦ Θεοῦ τὴν δεσποτείαν ἀσπασίως αἱρούμενοι. Ταύτης ὢν τῆς συμμορίας ὁ Προφήτης δοῦλον ἑαυτὸν ὀνομάζει, καὶ συνέσεως ἀξιωθῆναι παρακαλεῖ, ὥστε γνῶναι τοῦ Θεοῦ τὰ μαρτύρια. ρκϛʹ. «Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου.» Ὁ πάντα σταθμῷ καὶ μέτρῳ πρυτανεύων Θεὸς φέρει μὲν ἐπὶ πλεῖστον τῶν ἀνθρώπων τὰς ἁμαρτίας· ὅταν δὲ αὐξηθεῖσαν ἴδῃ τῇ μακροθυμίᾳ τὴν πονηρίαν, τότε τὴν τιμωρίαν ἐπάγει. Τοῦτο τοίνυν καὶ ἐνταῦθά φησι. Καιρὸς διαναστῆναι εἰς ἐπικουρίαν τῶν ἀδικουμένων, ὦ Δέσποτα· κομιδῆ γάρ σου τὸν νόμον ἐπάτησαν οἱ πολέμιοι.