Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1861
Not analysed yet
ρκζʹ. «Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον.» Ἐκεῖνοι μὲν οὖν τοῦ σοῦ κατεφρόνησαν νόμου. Ἐγὼ δὲ ἀξιεραστοτέρας ἡγοῦμαι τὰς σὰς ἐντολὰς χρυσίου καὶ λίθων πολυτελῶν. Τῶν γὰρ τιμίων λίθων τοπάζιος· ἀπὸ δὲ τοῦ ἑνὸς παρεδήλωσεν ἅπαντας. Εἰκὸς δὲ κατ' ἐκεῖνον τὸν καιρὸν τοῦτον προτιμᾶσθαι τῶν ἄλλων. ρκηʹ. «Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην· πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.» Ὁ γὰρ πόθος τὴν προθυμίαν ἐργάζεται· ἡ δὲ προθυμία τὴν μὲν εὐθεῖαν παραινεῖν ὁδὸν παρεσκεύαζε, τὴν δὲ τῆς ἀδικίας ἐμυσάττετο τρίβον. ρκθʹ. «Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησε ταῦτα ἡ ψυχή μου.» Ἔδειξεν ὡς οὐ μάτην τούτων ἠράσθη. Ἀξιάγαστα γὰρ, φησὶν, ἐστὶ, καὶ ἱκανὰ καταθέλξαι, καὶ εἰς ἔρωτα διεγεῖραι τοὺς κατιδεῖν δυναμένους. Καὶ πόθεν τούτων κατέμαθες ἀρετήν; ρλʹ. «Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ, καὶ συνετιεῖ νηπίους.» Τῷ σῷ, φησὶ, καταυγαζόμενος φωτὶ ταύτην ἐδεξάμην τὴν γνῶσιν· καὶ πάντας δὲ τοὺς ἀγνοίᾳ κατεχομένους, καὶ βρέφεσιν ἐοικότας, ὁ σὸς νόμος συνέσεως ἐμφορεῖ. ρλαʹ. «Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.» Στόμα ἐνταῦθα καλεῖ τῆς διανοίας τὴν προθυμίαν. Αὕτη γὰρ ἕλκει τὴν χάριν τοῦ πνεύματος. Καὶ γὰρ ἀλλαχοῦ φησι· «Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.» Καὶ ὁ θεῖος Ἀπόστολος ἐν ἀνοίξει τοῦ στόματος λόγον δοθῆναι παρεκάλεσε. Καὶ αὐτὸς δὲ ὁ Προφήτης ἐν ἑτέρῳ ἔφη ψαλμῷ· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Τοῦτο καὶ ἐνταῦθα ἔφη, «Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.» Γλιχόμενόν με γὰρ τῶν σῶν ἐντολῶν θεασάμενος τῆς σῆς ἠξίωσας χάριτος. ρλβʹ. «Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.» Τῆς θείας εὐμενείας ἱκετεύει τυχεῖν, οὐχ ἁπλῶς, ἀλλ' ὡς εἴωθας, φησὶ, τοῖς ἀγαπῶσί σε παρέχειν τὸν ἔλεον. Τοῦτο γὰρ εἶπε, «Κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου·» ἀντὶ τοῦ, Τῆς ἴσης τούτοις ἀπολαῦσαι ψήφου παρακαλῶ. ρλγʹ. «Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου· καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.» Ἡμῶν γὰρ προεκφερόντων τὴν προθυμίαν, καὶ Θεοῦ παρέχοντος τὴν βοήθειαν, καὶ τὴν πορείαν εὐθύνοντος, χώραν οὐκ ἔχει τῆς ἁμαρτίας ἡ δυναστεία. ρλδʹ. «Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.» Καὶ ὁ Δεσπότης Χριστὸς τοὺς ὀνειδιζομένους καὶ συκοφαντιζομέ-