Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1864
Not analysed yet
νους ζηλωτοὺς καὶ μακαρίους ἐκάλεσεν· ἀλλὰ καὶ εὔξασθαι παρεγγύησε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Συμβαίνει τοίνυν τοῖς εὐαγγελικοῖς νόμοις καὶ τοῦ Προφήτου ἡ προσευχή. ρλεʹ. «Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου.» Ἀσώματον μὲν τὸ Θεῖον, καὶ ἁπλοῦν, καὶ ἀσύνθετον. Σωματικώτερον δὲ καὶ παχύτερον ἡ θεία Γραφὴ περὶ αὐτοῦ διαλέγεται, τῇ φύσει τῇ τῶν ἀνθρώπων μετροῦσα τοὺς λόγους. Τοιγαροῦν τοῦ θείου προσώπου τὴν ἐπιφάνειαν νοητέον τὴν λύσιν τῶν λυπηρῶν, καὶ τὴν τῶν ἀγαθῶν χορηγίαν. ρλϛʹ. «Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου.» Ἀποστολικὸς καὶ οὗτος ὁ νόμος, «Εἰ γὰρ πάσχῃ, φησὶν, ἓν μέλος, συμπάσχει, φησὶ, πάντα τὰ μέλη.» Τὴν εὐαγγελικὴν τοίνυν ὁ Προφήτης μετέρχεται τελειότητα, τὰς τῶν ἄλλων παρανομίας ὀλοφυρόμενος. Διεξόδους δὲ ὑδάτων τὸ πλῆθος τῶν δακρύων ἐκάλεσεν, ἀντὶ τοῦ, Κρουνηδὸν ἔφερον τὰ δάκρυα, τὰς τῶν ἀνθρώπων παρανομίας θεώμενος. ρλζʹ, ρληʹ. «Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα.» Δικαίως ἅπαντα διέπεις, ὦ Δέσποτα, καὶ τῶν ἀνθρώπων κηδόμενος, καὶ δικαιοσύνης ἐργάτας ἀποφῆναι βουλόμενος. Καὶ νόμον ἔδωκας, καὶ διαμαρτύρῃ τοὺς παραβαίνοντας, ὁποίας τίσουσι δίκας, καὶ ὑπισχνῇ τοῖς φυλάττουσι τὰς ἀγαθὰς ἀντιδόσεις, καὶ βεβαιοῖς τὰς ἐπαγγελίας τοῖς ἔργοις. Τοῦτο γὰρ δηλοῖ τὸ Ἀλήθειαν σφόδρα. ρλθʹ. «Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου.» Καὶ τοὺς παρανομίᾳ συζῶντας ὁ Προφήτης θρηνεῖ, καὶ καταφρονούμενον ὁρῶν τὸν νομοθέτην, ἐνδίκως ἀγανακτεῖ. Οὗτος ὁ ζῆλος τὸν Φινεὲς ἀνεκήρυξεν. Οὗτος τὸν μέγαν Ἠλίαν ἀοίδιμον ἀπετέλεσε. Τούτῳ πυρπολούμενος [ὁ καλλίνικος] Στέφανος τὴν Ἰουδαίων ἀπιστίαν διήλεγξε. Τοῦτον ἐν ἑαυτῷ περιφέρων ὁ θεσπέσιος Παῦλος ἐβόα λέγων, «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Καὶ ὁ μακάριος δὲ Λουκᾶς περὶ αὐτοῦ φησιν, ὡς ἐν Ἀθήναις συνείχετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. ρμʹ. «Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.» Δόκιμος, φησὶν, ἐστὶ καὶ ἀκίβδηλος ὁ σὸς λόγος, καὶ μώμου παντὸς ἐλεύθερος· ἐγὼ δὲ περὶ τοῦτον θερμὸν ἔχω τὸ φίλτρον. ρμαʹ. «Νεώτερος ἐγώ εἰμι, καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην·» Ἡνίκα τῷ θείῳ Σαμουὴλ παρηγγύησεν ὁ Θεὸς ἕνα τῶν παίδων