Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1865
Not analysed yet
τοῦ Ἰεσσαὶ βασιλέα χειροτονῆσαι, τοὺς μὲν ἄλλους καὶ ῥώμῃ, καὶ δυνάμει, καὶ κάλλει σώματος κεκοσμημένους ἀπεδοκίμασεν ἅπαντας ἤρετο δὲ τοῦ Ἰεσσαὶ εἰ ἐκλελοίπει τὰ παιδάρια· τοῦ δὲ εἰρηκότος, ὑπολελεῖφθαι μειράκιον σμικρὸν, ὃ ποιμαίνει τὰ ποίμνια, καὶ ὡς ἀνάρμοστον βασιλείᾳ, ἐκέλευσεν ὁ προφήτης τοῦτον ἀχθῆναι, καὶ ἔχρισεν ἀφικόμενον παραχρῆμα. Ταύτης ἐνταῦθα τῆς δωρεᾶς ὁ Προφήτης ἐμνήσθη, καὶ φησί· Καὶ νέον ὄντα με, καὶ τοῖς γεγεννηκόσιν εὐτελῆ νομισθέντα, σὺ τοσαύτης ἠξίωσας χάριτος, καὶ προφήτην ὁμοῦ καὶ βασιλέα πεποίηκας· οὗ δὴ χάριν σὺν πάσῃ προθυμίᾳ τὰ σὰ φυλάττειν ἐφίεμαι δικαιώματα. ρμβʹ. «Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.» Ὁ τοῖς ἀνθρωπίνοις νόμοις πειθόμενος οὐδὲ κατὰ τὸν παρόντα βίον τῆς παρὰ τῶν νομοθετούντων ἀπολαύει τιμῆς· ὁ δὲ ταῖς θείαις ἀκολουθῶν ἐντολαῖς, μισθὸν ἔχει τῶν πόνων τὴν ζωὴν τὴν αἰώνιον. Καὶ οἱ νόμοι δὲ οἱ ἀνθρώπειοι οὐ πάντως πάντες τὸ δίκαιον ἔχουσι· ὁ δὲ τοῦ Θεοῦ νόμος ἀληθείᾳ λαμπρύνεται. Εἰκότως τοίνυν ἔφη· «Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.» ρμγʹ. «Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με.» Ταῦτα γὰρ συνέζευκται τοῖς ἐρασταῖς τῆς ἀρετῆς. «Αἱ ἐντολαί σου μελέτη μου.» Ἐκ τῆς γὰρ τούτων διδασκαλίας τὴν ἀνδρίαν μανθάνω, καὶ φέρω γενναίως τὰ λυπηρά. ρμδʹ. «Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα.» Ἀντὶ τοῦ, Πρόξενα τῶν αἰωνίων ἐστὶν ἀγαθῶν. «Συνέτισόν με, καὶ ζήσομαι.» Ὑπὸ σοῦ γὰρ φωτιζόμενος τῆς ἀληθοῦς ζωῆς ἀπολαύσομαι. ρμεʹ. «Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω.» Κραυγὴν πάλιν τὴν τῆς ψυχῆς προθυμίαν καλεῖ· διὰ τοῦτο προστέθεικε τὸ ἐν ὅλῃ καρδίᾳ μου. Οὕτω καὶ Μωσῆς ἐβόα σιγῶν· καὶ προσευχομένῳ κατὰ διάνοιαν ὁ Θεὸς ἔφη, «Τί βοᾷς πρὸς ἐμέ;» ρμϛʹ. «Ἐκέκραξά σοι, σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου.» Παρὰ σοῦ γὰρ τὴν σωτηρίαν δεχόμενος, φύλαξ τῶν σῶν γενήσομαι νόμων. ρμζʹ. «Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα.» Βασιλεὺς ὢν ὁ Προφήτης, καὶ μυρίαις φροντίσι περικλυζόμενος, καὶ πολεμικοὺς πρὸς ταύταις ἀναδεδεγμένος ἀγῶνας, οὐ μόνον ἡμέρας ὑπολαμπούσης τῷ Θεῷ τὰς ἱκετείας προσέφερεν· ἀλλὰ καὶ μεσούσης νυκτὸς, οὐκ ἀναμένων τὰς τῶν ἀλεκτρυόνων ᾠδάς. Οὕτως ἐπόθει τὸν πεποιηκότα Θεὸν, οὕτω προθύμως τὴν ἐκεῖθεν ᾔτει βοήθειαν. ρμηʹ. «Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾷν τὰ λόγιά σου.» Οὐ μόνον δὲ κατὰ τὸν τοῦ γλυκέως ὕπνου καιρὸν, ἀλλὰ καὶ παρὰ τὸν ὄρθρον, τῶν θείων νόμων ἐπεποίητο μελέτην.