Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1868
Not analysed yet
Ἡμεῖς δὲ πενίᾳ συζῶντες, καὶ πάσης φροντίδος ἀπηλλαγμένοι, ἐπὶ τῆς κλίνης διανυκτερεύομεν καλινδούμενοι, καὶ οὐδὲ ἀρχομένης ἡμέρας τῷ δοτῆρι τῶν ἀγαθῶν τὸν ὕμνον προσφέρομεν. ρμθʹ. «Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με.» Ὁ τοσούτοις κομῶν ἀγαθοῖς ἐλέου τυχεῖν ἀξιοῖ, καὶ οὐκ ἀορίστως αἰτεῖ τὸν ἔλεον· ἀλλὰ κατὰ τὴν ὀνησιφόρον ψῆφον. ρνʹ. «Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.» Πόῤῥω γὰρ τῶν θείων νόμων εἰσὶν οἱ τῷ δικαίῳ πειρώμενοι πολεμεῖν. «Ὁ ἀθετῶν γὰρ ὑμᾶς, φησὶν, οὐχ ὑμᾶς ἀθετεῖ, ἀλλὰ τὸν ἀποστείλαντα ὑμᾶς.» Καί· «Ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι.» ρναʹ. «Ἐγγὺς εἶ σὺ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια.» Ὁρᾷς, φησὶν, ἅπαντα, Κύριε· οὐ γὰρ ἀφέστηκας, ἀλλὰ τὴν οἰκουμένην πληροῖς, καὶ ἀληθείᾳ χρώμενος πρυτανεύεις τὴν κτίσιν. Τοῦτο καὶ αὐτὸς ὁ Θεὸς διὰ τοῦ προφήτου φησί· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν.» Καὶ ὁ μακάριος Παῦλος, «Ἐν αὐτῷ, φησὶ, ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν.» ρνβʹ. «Κατ' ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.» Μαρτύρια καλεῖ τὸν οὐρανὸν, καὶ τὴν γῆν. «Καταβὰς, φησὶ, διαμάρτυρε αὐτοῖς τὸν οὐρανὸν, καὶ τὴν γῆν.» Διὰ τοῦτο καὶ Μωσῆς ὁ μέγας τῆς ᾠδῆς ἀρχόμενος ἔφη· «Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.» Ἐν δὲ τούτοις ὁρᾶται διηνεκῶς ἡ τοῦ Θεοῦ πρόνοια· μετὰ πολλῆς γὰρ ὁδεύει τάξεως ἅπαντα. Ἐντεῦθεν, φησὶν, ἔγνων ἀκριβῶς, ὡς ἐγγὺς εἶ σὺ, καὶ παρεῖ τοῖς γινομένοις, καὶ λανθάνει σε τῶν πραγμάτων οὐδέν. ρνγʹ. «Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην.» —»Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται,» κατὰ τὴν τοῦ Κυρίου φωνήν. Καί· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Ταύτῃ καὶ ὁ θεῖος Προφήτης τὰς ἄλλας ἐκόσμησεν ἀρετάς· καὶ ταύτην προϊσχόμενος τὴν θείαν ἐπαγγέλλει βοήθειαν. ρνδʹ. «Κρῖνον τὴν κρίσιν μου, καὶ λύτρωσαί με διὰ τὸν λόγον σου ζῆσόν με.» Τῶν ὑποσχέσεων τὸν Δεσπότην ἀναμιμνήσκει, καὶ παρ' αὐτοῦ τὴν σωτηρίαν αἰτεῖ, καὶ κρῖναι αὐτῷ καὶ τοῖς δυσμενέσιν ἀντιβολεῖ. ρνεʹ. «Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ