Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1869
Not analysed yet
δικαιώματά σου οὐκ ἐξεζήτησαν.» Τῆς παρὰ σοῦ, φησὶ, σωτηρίας σφᾶς αὐτοὺς ἐστέρησαν οἱ παρανομίᾳ συζῶντες, μὴ βουληθέντες καταμαθεῖν τίνα πράττειν ἐνομοθέτησας. ρνϛʹ. «Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε, κατὰ τὸ κρῖμά σου ζῆσόν με.» Πολὺς τῆς σῆς φιλανθρωπίας ὁ πλοῦτος· δικαία σου ἡ ψῆφος. Τὴν ἀπὸ τούτων σωτηρίαν αἰτῶ. ρνζʹ. «Πολλοὶ οἱ ἐκδιώκοντές με, καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.» Οὐδὲ πολλαῖς, φησὶ, περιστοιχιζόμενος συμφοραῖς, τῶν ὑπὸ σοῦ νενομοθετημένων ἠνεσχόμην τι παραβῆναι. Καὶ τοῦ ψαλμοῦ τὴν ὑπόθεσιν εἰρηκότες ἔφαμεν, ὡς πάντα ὁ θεῖος Δαβὶδ τὰ συμβεβηκότα αὐτῷ ἐν τῷδε συνήγαγε τῷ ψαλμῷ· καὶ ὅτι τὰ μὲν ἁρμόττει τοῖς ὑπὸ τοῦ Σαοὺλ προγεγενημένοις αὐτῷ λυπηροῖς· τὰ δὲ τοῖς ὑπὸ τοῦ Ἀβεσσαλώμ. Ταῦτα μέντοι δῆλον ὡς ὑπὸ τοῦ Σαοὺλ διωκόμενος εἴρηκε. Τηνικαῦτα γὰρ τῆς ἁμαρτίας ἀπείραστος ἦν. ρνηʹ. «Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο.» Οὕτως ὁ μακάριος Παῦλος Ἰουδαίους ὠδύρετο· οὕτως αὐτὸς ὁ Δεσπότης τὴν Ἱερουσαλὴμ ὠλοφύρετο οὕτως ὁ θεῖος Ἱερεμίας τὴν τοῦ λαοῦ παρανομίαν ἐθρήνησεν. ρνθʹ. «Ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με.» Συνεχῶς ἐντολῶν, καὶ νόμων, καὶ δικαιωμάτων μνημονεύει, καὶ μαρτυριῶν, τῶν περὶ ταῦτα πόθον δεικνύς. ρξʹ. «Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.» Ἀψευδεῖς ἔχεις τὰς ὑποσχέσεις· ἀληθείᾳ τὰς σὰς ἐπαγγελίας κοσμεῖς, ἔργῳ βεβαιοῖς τοὺς λόγους. Ἀρχὴν δὲ λόγων καλεῖ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας. Ἐξ ἐκείνου γὰρ τὸ Ἰουδαίων συνέστη γένος. Ἀλλ' ἐπλήρωσε τὰς ὑποσχέσεις, καὶ ηὔξησε τὸν λαὸν ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ἐν τῷ σπέρματι αὐτοῦ ηὐλόγησε κατὰ τὰς ἐπαγγελίας πάντα τὰ ἔθνη. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκὼς, «Εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.» Προφήτης γὰρ ὢν ἑώρα τοῦ Χριστοῦ τὸ αἰώνιον κράτος. Διὸ καὶ ἀληθείᾳ ἔφη κεκοσμῆσθαι τὴν τῶν θείων λογίων ἀρχήν. ρξαʹ. «Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου.» Τοὺς πολεμοῦντας, φησὶ, καὶ διώκοντας οὐκ ἐφοβήθην, τοὺς δὲ σοὺς ἔδεισα νόμους. Διὸ καὶ καθεύδοντα τὸν πολέμιον εὑρὼν, ἀνελεῖν οὐκ ἐτολμήθην· καὶ τὸν πατραλοίαν δὲ ἐκεῖνον καὶ μυσαρὸν παῖδα οἰκτείρων, ἔλεγον· «Φείσασθαί μοι τοῦ παιδαρίου.»