Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1872
Not analysed yet
ρξβʹ. «Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλᾶ.» Ἐπειδὴ πολεμίων ἐμνημόνευσε διωκόντων, εἰκότως καὶ τῶν σκύλων τὴν μνήμην παρήγαγε. Λέγει δὲ, ὅτι Πάντας εἰ ἀνεῖλον ἐκείνους, καὶ σκυλεύσας πλεῖστα ὅσα συνήγαγον λάφυρα, οὐκ ἂν οὕτως ηὐφράνθην, ὡς τοῖς σοῖς ἐπαγαλλόμενος νόμοις. ρξγʹ. «Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην· τὸν δὲ νόμον σου ἠγάπησα.» Ἀληθὴς καὶ οὗτος ὁ λόγος. Ὁ γὰρ θερμῶς περὶ τὰ θεῖα διακείμενος τἀναντία μυσάττεται. ρξδʹ. «Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε, ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.» Τινὲς τὸ ἑπτάκις, πλειστάκις ἡρμήνευσαν. Καὶ τοῦτο δὲ κἀκεῖνο τὸν θερμὸν ἔρωτα τοῦ Προφήτου δηλοῖ· τῆς γὰρ θείας ὑμνῳδίας οὐκ ἐλάμβανε κόρον. ρξεʹ. «Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.» Οἱ τῷ θείῳ πυρπολούμενοι φίλτρῳ, καὶ τὴν πρὸς αὐτὸν εἰρήνην διὰ τῆς τῶν ἐντολῶν προσκτώμενοι φυλακῆς, κἂν ὑπὸ πάντων ἀνθρώπων πολεμῶνται, θυμήρη ζῶσι ζωήν. Καὶ μάρτυς ὁ θεσπέσιος Παῦλος βοῶν, «Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι.» Καὶ ὁ Κύριος δὲ τοὺς ἱεροὺς ἀποστόλους, ὡς πρόβατα ἐν μέσῳ λύκων, εἰς πᾶσαν ἀποστείλας τὴν οἰκουμένην, ἔφη πρὸς αὐτούς· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» ρξϛʹ. «Προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. Οὐδὲ συμφοραῖς περιστοιχιζόμενος ἀπέκοψα τὰς χρηστοτέρας ἐλπίδας· ἀλλὰ τὴν σὴν ἀναμένων διετέλεσα σωτηρίαν, καὶ ταῖς σαῖς ἑπόμενος ἐντολαῖς. ρξζʹ, ρξηʹ. «Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα. Ἐφύλαξα τὰς ἐντολάς σου, καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε.» Εἰδὼς γὰρ ὡς ἅπαντα ἐφορᾷς, ὡς ὑπὸ σοὶ θεατῇ πολιτευόμενος, οὐ μόνον ἐπλήρωσά σου τὰς ἐντολὰς, ἀλλὰ καὶ μετὰ θερμῆς τοῦτο δέδρακα διαθέσεως. ρξθʹ. «Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με.» Πᾶσαν τὴν ἱκετείαν προσενεγκὼν, ἀντιβολεῖ δεχθῆναι καὶ μὴ ἀποῤῥιφθῆναι τὴν δέησιν· καὶ παρακαλεῖ σύνεσιν λαβεῖν, οὐκ ἀνθρωπίνην, ἀλλὰ τῶν θείων λογίων τὴν γνῶσιν. ροʹ. «Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με.» Ἀξίωμα τὴν ἱκετείαν καλεῖ· τοῦτο γὰρ καὶ παρὰ τοῖς ἄλλοις