Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1873
Not analysed yet
εὗρον ἑρμηνευταῖς, Διαφόροις μέντοι χρώμενος λόγοις, τὸν Δεσπότην μειλίσσεται. ροαʹ. «Ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου.» Κατάλληλος ἡ ἐρυγὴ τῇ τροφῇ· τὰ γὰρ σὰ, φησὶ, μανθάνων δικαιώματα, σοὶ τῷ τῶν τοιούτων διδασκάλῳ προσοίσω τὴν ὑμνῳδίαν. ροβʹ. «Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη.» Εἰς μελέτην τῶν σῶν λογίων τὴν γλῶτταν ἀφιερώσω, εἰδὼς πάσῃ σου δικαιοσύνῃ κεκοσμημένας τὰς ἐντολάς. ρογʹ. «Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.» Ὁ μὲν Σύμμαχος εἱλόμην, ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων ἐξελεξάμην εἰρήκασι. Χεῖρα δὲ καλεῖ τὴν θείαν ἐνέργειαν, ὑφ' ἧς ἀντιβολεῖ τῆς θείας σωτηρίας τυχεῖν. ροδʹ. «Ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μου ἐστί.» Ἱμείρομαι, φησὶ, παρὰ σοῦ σωτηρίας τυχεῖν, τὸν σὸν νόμον μελέτην ἔχων ἐνδελεχῆ. ροεʹ. «Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.» Οἶδα δὲ ὡς οὐχ ἁμαρτήσομαι τῆς ἐλπίδος, ἀλλὰ τῆς ἀληθοῦς ζωῆς παρὰ σοῦ τεύξομαι, καὶ αἰνέσω σε τὸν δοτῆρα τῶν ἀγαθῶν. ροϛʹ. «Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός.» Τοῦτο καὶ τῷ Προφήτῃ λέγειν μετὰ τὴν ἁμαρτίαν ἥρμοττεν, καὶ πάσῃ τῇ τῶν ἀνθρώπων φύσει. «Ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.» Εἰ γὰρ καὶ παρέβη τινὰς, ἀλλὰ λήθην τούτων οὐκ ἐδέξατο παντελῆ. Ἀλλὰ ταύτην μὲν ὁ Προφήτης προσενήνοχε τὴν εὐχήν· τετύχηκε δὲ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις τῆς σωτηρίας. Ἔδραμε γὰρ ὁ καλὸς ποιμὴν ἐπὶ τὸ πλανώμενον πρόβατον, καὶ περιελθὼν τὰ ὄρη καὶ τοὺς βουνούς· παρὰ ταῦτα γὰρ ἐπλανᾶτο λατρεῦον τοῖς δαίμοσιν· εὗρε, καὶ ἐπὶ τῶν ὤμων ἐπανήγαγεν· καὶ εὐφράνθη ἐπ' αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐννενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. Ἡμεῖς δὲ τοῦ ψαλμοῦ τὴν ἑρμηνείαν ἐν κεφαλαίῳ ποιησάμενοι, παρακαλοῦμεν τοὺς ἐντυγχάνοντας, μὴ ἀρκεσθῆναι τοῖς γεγραμμένοις, μηδὲ νομίσαι μόνον ταῦτα τῷ Προφήτῃ προσήκειν· ἀλλ' ἕκαστον τὴν πρόσφορον ἐκ τούτων ὠφέλειαν λαβεῖν, καὶ φάρμακον ἀλεξητήριον τοῖς οἰκείοις κατασκευάσαι παθήμασιν. ΕΡΜΗΝ. ΤΟΥ ΡΙΘʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Ὁ Θεοδοτίων ᾆσμα τῶν ἀναβάσεων· ὁ δὲ Σύμμαχος καὶ ὁ Ἀκύλας, εἰς