Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1876
Not analysed yet
τὰς ἀναβάσεις. Δηλοῦσι μέντοι αἱ ἀναβάσεις, ἢ οἱ ἀναβαθμοὶ, τοῦ αἰχμαλωτευθέντος λαοῦ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον. Προειδυῖα γὰρ ἡ χάρις τοῦ Πνεύματος, καὶ τὴν αἰχμαλωσίαν, καὶ τὴν ἐσομένην ἐλευθερίαν, καὶ ταῦτα κἀκεῖνα προείρηκε· κἀκείνων ὠφέλειαν μηχανωμένη, καὶ ἡμῖν τὸ ἐντεῦθεν προσφέρουσα κέρδος. Οὐ τὰ αὐτὰ δὲ ἕκαστος τῶν ἀναβαθμῶν προθεσπίζει, ἀλλὰ ὁ μὲν τὰς ἐν Βαβυλῶνι συμφορὰς, ὁ δὲ τῆς ἐπανόδου τὰ εὐαγγέλια· ὁ δὲ τὴν κατὰ τὴν ὁδὸν εὐφροσύνην· ἄλλος τοὺς μετὰ τὴν ἐπάνοδον γεγενημένους πολέμους· ἕτερος τοῦ ναοῦ τὴν οἰκοδομήν. Καὶ τὸ ποικίλον τῆς προφητείας ἐξελαύνει τῆς μελῳδίας τὸν κόρον. Ἕκαστος δὲ τούτων ἐσχημάτισται τῶν ψαλμῶν εἰς τὸν τῶν τηνικαῦτα γεγενημένων ἁγίων χορόν. Ἐκείνους γὰρ ὁ προφητικὸς εἰσάγει λόγος τὰ προκείμενα λέγοντας. Ὁ μέντοι πρῶτος τῶν ἀναβαθμῶν, καὶ τὰς συμφορὰς ἐξηγεῖται, καὶ τὴν θείαν εὐμένειαν. «Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου.» Καὶ τὸ μέγεθος τῆς ἀνίας ἐδίδαξε τὸ προοίμιον, καὶ τὴν τῆς θείας φιλανθρωπίας ὑπερβολήν. Ἀνιώμενος γὰρ, φησὶν, ἐδεήθην τοῦ Δεσπότου, καὶ τῆς εὐμενείας ἀπήλαυσα· εἶτα λέγει καὶ τίσιν ἐχρήσατο λόγοις δεόμενος. βʹ. «Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων, καὶ ἀπὸ γλώσσης δολίας.» Ἱκετεύω, φησὶ, τῶν ἀδίκως ἐπιβουλευόντων καὶ δολεραῖς κεχρημένων ἀπάταις ἀπαλλαγῆναι. Τοιοῦτοι ἦσαν περὶ τῆς εὐχῆς πάγας τῷ Δανιὴλ τεθεικότες, οἱ πικροὶ τῶν κατὰ τὸν Ἀνανίαν κατήγοροι. γʹ, δʹ. «Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς.» Ἡ χάρις τοῦ Πνεύματος ἐνταῦθα τοὺς ἀθυμοῦντας ψυχαγωγεῖ, καὶ τὴν δικαίαν ψῆφον ὑποδείκνυσιν ἐκφερομένην κατὰ τῶν κεχρημένων τῷ δόλῳ. Δυνατὸν μὲν γὰρ καλεῖ τὸν τῶν ὅλων Θεόν· βέλη δὲ δυνατοῦ, τῶν τιμωριῶν τὴν ὀξύτητα· ἐκ μεταφορᾶς τῶν ἐφιεμένων βελῶν, καὶ ῥᾳδίως τὸν ἀέρα τεμνόντων. Ἄνθρακας δὲ ἐρημικοὺς, τὸ τῆς τιμωρίας σφοδρόν τε, καὶ δαπανητικὸν, καὶ ἐρημοποιόν. Τοιαύτη γὰρ τοῦ πυρὸς ἡ φύσις· ἀντὶ τοῦ, Μὴ ἀθύμει ὑπὸ τῆς ἀδίκου γλώττης βαλλόμενος· εὐτρεπεῖς γὰρ αἱ παρὰ τοῦ δικαίου κριτοῦ πεμπόμεναι τιμωρίαι, καὶ βελῶν ὀξύτητα, καὶ ἀνθράκων ἐρημοποιῶν μιμούμεναι τὴν ἐνέργειαν. εʹ. «Οἴ μοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη.» Ταῦτα, φησὶν, ἔλεγον προσευχόμενος, καὶ τούτων ἀκούσας ὁ φιλάνθρωπος ᾤκτειρε, παροικίαν δὲ καλεῖ τὴν ἐν τῇ ἀλλοτρίᾳ διαγωγήν. Ὁ δὲ ἑβδομηκοστὸς χρόνος μακρὸς εἰκότως νενόμισται· τοσαύτην γὰρ τὴν τελείαν τῶν ἀνθρώπων ὁ Προφήτης ἔφη ζωήν· «Αἱ ἡμέραι γὰρ, φησὶ, τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς