Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1877
Not analysed yet
ἑβδομήκοντα ἔτη.» —»Κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ.» Ὁ Κηδὰρ δεύτερος τοῦ Ἰσμαὴλ υἱὸς, οἱ δὲ τούτου ἀπόγονοι οὐ πόῤῥω τῆς Βαβυλῶνος μέχρι τήμερον ἐσκήνωνται. Ἐπειδὴ τοίνυν ἄνωθεν ἐναντίως διετέθησαν πρὸς ἀλλήλους· «Ἔκβαλε γὰρ, φησὶ, τὴν παιδίσκην, καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ· εἰκότως σφᾶς αὐτοὺς ὀλοφύρονται, ὡς τῆς μὲν προτέρας ἐκπεσόντες ἐλευθερίας, ἐγγὺς δὲ τῶν ἡμιδούλων διάγοντες, καὶ δουλεύειν ἠναγκασμένοι. ϛʹ. «Πολλὰ παρῴκησεν ἡ ψυχή μου.» Μακρὸς, φησὶ, τῆς παροικίας ὁ χρόνος. «Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.» Ἐνταῦθα μὲν Βαβυλωνίων μοχθηρίαν διδάσκει· οὐδὲν γὰρ, φησὶν, ἔχοντες ἐγκαλεῖν ἐπεβούλευον, καὶ τοῖς εἰρήνην ἀσπαζομένοις ὡς πολεμίοις ἐχρήσαντο. ΕΡΜΗΝ. ΤΟΥ ΡΚʹ ΨΑΛΜΟΥ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Τοῖς ἐν Βαβυλῶνι ἔτι διάγουσι καὶ οὗτος πρόσφορος ὁ ψαλμός. αʹ. «Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.» Ὑπὸ πολλῶν καὶ παντοδαπῶν περιστοιχιζόμενος ἀλγεινῶν, πάντοθεν περιῆγον τοὺς ὀφθαλμοὺς, ἐπικουρίας τινὸς ἀπολαῦσαι ποθῶν. βʹ. «Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἀλλ' οἶδα ὡς ἀνθρωπίνης μὲν οὐδεμιᾶς ῥοπῆς ἀπολαύσω, ἀπόχρη δέ μοι μόνη τοῦ Θεοῦ ἡ εὐμένεια. Καὶ δεικνὺς τῆς βοηθείας τὸ δυνατὸν ἐπήγαγε· «Τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ὁ γὰρ ταῦτα τεκτηνάμενος λόγῳ ἱκανὸς ἐπαρκέσαι κἀμοί. Ἐντεῦθεν αὐτοῖς τὸ πρακτέον ὁ Προφήτης ἐξηγεῖται. γʹ. «Μὴ δῴη εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε.» Εἰ μείνοις, φησὶ, βεβαίαν ἔχων εἰς αὐτὸν τὴν ἐλπίδα, πάσης παρ' αὐτοῦ τεύξῃ κηδεμονίας. Τὸ μέντοι, «Οὐ νυστάξῃ ὁ φυλάσσων σε,» ἀνθρωπίνως τέθεικεν, ἐκ μεταφορᾶς τῶν καὶ ποίμνια, καὶ στρατείας, καὶ πόλεις ἐπιμελῶς φυλαττόντων. Ὅτι γὰρ ἀπαθὴς ἡ θεία φύσις, διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν. δʹ. «Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ.» Φύσει μὲν ἄγρυπνος ὁ φύλαξ, σοῦ δὲ σαλευομένου, καὶ αὐτὸς οἷόν τινα νυσταγμὸν δέξεται τὴν ἀμέλειαν. Οὐκ ἔτι γάρ σου φροντίσει, ἀλλὰ τοῖς ἐπιβουλεύειν προῃρημένοις προήσεται. εʹ. «Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου.» Τοῦτο καὶ ἐν τῷ ιεʹ ἔφη ψαλμῷ· «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ.» Καὶ ἐνταῦθα