Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1880
Not analysed yet
τοίνυν, φησὶν, ὅτι παρὰ τὴν δεξιάν σου χεῖρα γενόμενος, καὶ σκεπάσει, καὶ φρουρήσει, καὶ πάσης ἀξιώσει προνοίας. ϛʹ. «Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα.» Φασὶ τὴν σελήνην μὴ μόνον ὑγρὰν, ἀλλὰ καὶ θερμὴν εἶναι, καὶ καίειν ὁμοίως τῷ ἡλίῳ τὰ σώματα. Λέγει δὲ, ὅτι Καὶ νύκτωρ, καὶ μεθ' ἡμέραν, τῆς παρ' αὐτοῦ προνοίας ἀπολαύων, ἀβλαβὴς φυλαχθήσῃ. Ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ παλαιᾶς ἱστορίας. Καὶ γὰρ ἡνίκα τῆς Αἰγυπτίων δουλείας ἠλευθερώθησαν, τῇ νεφέλῃ σκιαζόμενοι, τῆς ἡλιακῆς φλογὸς οὐκ ἐλάμβανον πεῖραν. ζʹ, ηʹ. «Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. Κύριος φυλάξει τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος.» Τὴν παντοδαπὴν τοῦ Θεοῦ πρόνοιαν διὰ τῶν εἰρημένων ἐδήλωσεν· ἧς παρούσης, κρείττους τῶν πολεμούντων γινόμεθα δυσμενῶν, καὶ τὰς τῶν ὁρατῶν καὶ ἀοράτων διαφεύγομεν πάγας. ΕΡΜΗΝ. ΤΟΥ ΡΚΑʹ ΨΑΛΜΟΥ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Τοὺς μὲν προειρημένους τοῖς ἀθυμοῦσιν ὁ προφήτης προσήρμοσε· τοῦτον δὲ τὸν μετὰ χεῖρας, τοῖς ἤδη δεξαμένοις τῆς ἐπανόδου τὰ εὐαγγέλια, καὶ τῆς περιποθήτου πορείας ἁψαμένοις. Γεγηθότες γὰρ, καὶ χορεύοντες, πρὸς ἀλλήλους φασίν· αʹ. «Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα.» Εὐσεβείας αὕτη φωνή· γάννυνται γὰρ καὶ χαίρουσιν, οὐχ ὡς τὰς οἰκίας ἀποληψόμενοι, ἀλλ' ὡς τὸν θεῖον οἶκον ὀψόμενοι. βʹ. «Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν, ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ.» Ἤδη, φησὶν, ἑστάναι δοκοῦμεν ἐν ταῖς ἱεραῖς ἐκείναις αὐλαῖς; καὶ τὰς θείας λειτουργίας ἐπιτελεῖν. γʹ. «Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἱερουσαλὴμ τὴν οἰκοδομουμένην, ὡς πόλιν συνάφειαν ἔχουσαν. Ἡ γὰρ νῦν ἔρημος, καὶ ἐσκεδασμένας ἔχουσα οἰκίας, καὶ πάλιν ἀνθήσει, καὶ πυκνωθήσεται, καὶ τοὺς προτέρους ἀπολήψεται περιβόλους. δʹ. «Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, φυλαὶ Κυρίου· μαρτύριον τοῦ Ἰσραὴλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου.» Ἐπὶ τοῦ Ῥοβοὰμ διῃρέθησαν αἱ φυλαὶ, καὶ τῆς Δαβιτικῆς αἱ δέκα βασιλείας ἀπεσχοινίσθησαν· μετὰ δὲ τὴν ἐπάνοδον μία γέγονεν ἡγεμονία, καὶ εἰς τὴν Ἱερουσαλὴμ συνέτρεχον ἅπαντες κατὰ τὸν θεῖον νόμον, τῷ Θεῷ τὴν