Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1881
Not analysed yet
συνήθη λειτουργίαν προσφέροντες. Τοῦτο τοίνυν ὁ προφήτης ἐνταῦθα προθεσπίζει, ὅτι αἱ φυλαὶ τὴν προτέραν ὁμόνοιαν ἀπολήψονται, καὶ εἰς τὴν Ἱερουσαλὴμ συνδραμοῦνται, συνήθως τὸν Θεὸν ἀνυμνοῦντες. Μαρτύριον δὲ τὸν θεῖον ἐκάλεσε νόμον, τὸν διαῤῥήδην κελεύοντα συντρέχειν τὸν Ἰσραὴλ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός. εʹ. «Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαβίδ.» Προθεσπίσας τὰ θεῖα, προθεσπίζει καὶ τὰ ἀνθρώπεια. Ἐπειδὴ γὰρ ἐν Ἱεροσολύμοις οὐ μόνον ὁ θεῖος ᾠκοδομήθη νεὼς, ἀλλὰ καὶ τὰ βασίλεια· καὶ ἐκεῖ συνέτρεχον ἅπαντες τὰ ἀμφισβητούμενα διαλύοντες, ἀναγκαίως καὶ τοῦτο προηγόρευσεν ὁ προφήτης· ὅτι οὐκ εἰς τὴν Σαμάρειαν αἱ δέκα φυλαὶ δραμοῦνται· ἀλλ' ὥσπερ ἐπὶ τοῦ Δαβὶδ ἐκεῖνο εἶχον ἀκλινὲς δικαστήριον, οὕτω καὶ μετὰ τὴν ἐπάνοδον ἐκεῖ ἅπαντες ἀθροισθήσονται. ϛʹ. «Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλὴμ, καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἀσπάσασθε τὴν Ἱερουσαλὴμ, ἠρεμήσουσιν οἱ ἀγαπῶντές σε, ἀντὶ τοῦ, Εἰρήνης ἀπολαύσαντες βαθείας, ἀσπάσασθε τὴν οἴκησιν τῆς Ἱερουσαλήμ. Ἐν πάσῃ γὰρ θυμηδίᾳ οἱ ταύτην ἀγαπῶντες διατελοῦσι. ζʹ. «Γενέσθω δὲ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου.» Ὁ δὲ Σύμμαχος οὕτως· Εἴη εἰρήνη ἐν τῷ περιβόλῳ σου, ἡσυχία ἐν τοῖς βασιλείοις σου. Ἐπεύχεται δὲ αὐτῇ ὁ θεῖος Δαβὶδ τὰ ἀγαθὰ, ὥστε καὶ τοὺς περιβόλους, καὶ τὰ βασίλεια, καὶ τὰς ἐν αὐτῇ οἰκίας, πάσης ἀπολαύειν εἰρήνης. ηʹ, θʹ. «Ἕνεκα τῶν ἀδελφῶν μου, καὶ τῶν πλησίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι.» Ταῦτα δὲ, φησὶν, ἐπεύχομαί σοι, οὐκ αὐτὸς ἐν σοὶ πολιτευόμενος· πῶς γὰρ ὅ γε πρὸ πολλοῦ χρόνου τοῦ βίου τὸ πέρας δεξάμενος; ἀλλὰ τοὺς ὁμοφύλους ἱμειρόμενος εἰρήνης τυχεῖν, καὶ τὸν οἶκον τοῦ Θεοῦ μου τὴν προτέραν περιφάνειαν ἀπολαβεῖν ἐφιέμενος. ΕΡΜΗΝ. ΤΟΥ ΡΚΒʹ ΨΑΛΜΟΥ. «ᾨδὴ τῶν ἀναβαθμῶν. Καὶ οὗτος ὁ ψαλμὸς τῶν τηνικαῦτα δικαίων δείκνυσι τὴν εὐσέβειαν. αʹ. «Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.» Πάσης ἀνθρωπίνης βοηθείας καταφρονήσας, τὴν σὴν, ὦ Δέσποτα, προσμένω ῥοπὴν, καὶ τῆς σῆς προνοίας ἐξήρτημαι· σὲ γὰρ οἶδα Δεσπότην τῶν οὐρανῶν. Κατοικεῖν δὲ αὐτὸν ἐν οὐρανῷ ἔφη, οὐχ ὡς τόπῳ περιγραφόμενον, ἀλλ' ὡς τὸν ἀοράτοις δυνάμεσι ταῖς τὸν οὐρανὸν οἰκούσαις ἐπευφραινόμενον.