Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1884
Not analysed yet
βʹ. «Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν.» Καθάπερ γὰρ, φησὶν, οἰκέται εἰς τὰς τῶν δεσποτῶν ἀποβλέπουσι χεῖρας, ἅτε δὴ τὰς ἀφορμὰς ἐκεῖθεν δρεπόμενοι τοῦ βίου· οὕτω καὶ ἡμεῖς, Δέσποτα, παρὰ σοῦ προσμένομεν λαβεῖν τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Τῆς μέντοι παιδίσκης οὐ ταυτολογῶν ἐμνημόνευσεν, ἀλλὰ τῆς διαθέσεως δεικνὺς τὴν ἐπίτασιν. Πλέον γὰρ τῶν παίδων αἱ παιδίσκαι, ἅτε δὴ ταῖς δεσποίναις ἐν τοῖς θαλάμοις συνοῦσαι, διηνεκῶς προσέχειν ταύταις εἰώθασι, καὶ τὴν παρ' αὐτῶν ποθοῦσιν εὐμένειαν. «Ἕως οὗ οἰκτειρήσαι ἡμᾶς.» Οὐ ῥητῷ γὰρ χρόνῳ τήνδε τὴν ἐλπίδα περιορίζομεν, ἀλλὰ προσμένομεν ἕως ἂν ἀξιωθῶμεν φειδοῦς. γʹ. «Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς.» Ὁ διπλασιασμὸς δηλοῖ τὸ θερμὸν τῆς αἰτήσεως. «Ὅτι ἐπιπολὺ ἐπλήσθημεν ἐξουδενώσεως. [δʹ] Ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν.» Αἰτοῦμεν δὲ, φησὶ, τὸν ἔλεον, οὐχ ὡς ἄξιοι τούτου τυχεῖν, ἀλλ' ὡς ἐπονείδιστοι λίαν γενόμενοι. «Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.» Ὁ δὲ Σύμμαχος οὕτως, Ἐχορτάσθη ἡ ψυχὴ ἡμῶν ἐπιλαλούντων τῶν εὐθηνούντων, ἐξευτελιζόντων τῶν ὑπερηφάνων. Τῶν γὰρ ἀλαζόνων Βαβυλωνίων ἐπιτωθαζόντων ἡμῖν, καὶ ἐπικερτομούντων, ἡμεῖς ἀνιώμεθα. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα οὕτω νοητέον· «Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.» Ἀντίστρεψον, φησὶ, τὰ πράγματα, Δέσποτα, καὶ τοῖς ἀλαζονευομένοις νῦν, δι' ἣν περίκεινται εὐκληρίαν, τὰς ἡμετέρας ἐπάγαγε συμφοράς. ΕΡΜΗΝ. ΤΟΥ ΡΚΓʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, ἅπαντες οἱ πλησιόχωροι, δυσχεράναντες τὴν τῶν Ἰουδαίων ἐλευθερίαν, κοινῇ τὸν πρὸς αὐτοὺς ἀνεδέξαντο πόλεμον, καὶ βάρβαρα ἔθνη συναγαγόντες, κατὰ ταυτὸν αὐτοῖς ἐπεστράτευσαν, ἐλπίσαντες καὶ αὐτὴν αὐτῶν κατασβέσειν τὴν μνήμην. Ἀλλὰ πάλιν ὁ τῶν ὅλων Θεὸς τοῖς μὲν οἰκείοις ἐπήρκεσε, τοὺς δὲ πολεμίους κατηκόντισεν ἅπαντας. Λέγουσι δὲ ταῦτα τῶν προφητῶν οἱ πλείους, καὶ Ἰωὴλ, καὶ Ἰεζεκιὴλ, καὶ Μιχαίας, καὶ Ζαχαρίας, καὶ ἕτεροι πρὸς τούτοις πολλοί. Ταῦτα καὶ ὁ μακάριος ἐνταῦθα προθεσπίζει Δαβίδ. «Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ. [βʹ, γʹ.] Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς. Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς.» Μὴ τῇ σφετέρᾳ, φησὶν, ἐπιγράψητε δυνάμει τὴν νίκην, Θεὸς γὰρ ταύτης γεγένηται