Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1885
Not analysed yet
χορηγός. Εἴπατε τοίνυν πρὸς ἀλλήλους χορεύοντες, Εἰ μὴ τῆς θείας ἐπικουρίας ἐτύχομεν, τοσούτων καθ' ἡμῶν δυσμενῶν συνελθόντων, οὐκ ἂν οὐδὲ ταφῆς ἠξιώθημεν, ἀλλὰ καθάπερ ὑπὸ θηρίων ζῶντες ἂν κατεπόθημεν. «Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτοῦ ἐφ' ἡμᾶς.» Τὸν φθόνον, καὶ τὴν δυσμένειαν τῶν ἀστυγειτόνων ἐθνῶν διὰ τούτων ἐδήλωσε. Διεπρίοντο γὰρ τὴν Ἰουδαίων ὁρῶντες ἐλευθερίαν. δʹ, εʹ. Ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον.» Τροπικῶς ἅπαντα εἴρηκεν. Ἐπειδὴ γὰρ εἶπεν, «Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς,» δείκνυσι τὴν τοῦ πλήθους ὑπερβολὴν, χειμάῤῥου δίκην προσβάλλοντος, καὶ συγκαλύψαι ἅπαντας προσδοκήσαντος. Ἁρμοδίως δὲ τοῦ χειμάῤῥου τέθεικε τὴν εἰκόνα. Καθάπερ γὰρ ὁ χειμάῤῥους ἐκ πολλῶν ἀθροιζόμενος ὑετῶν σφοδρότερος γίνεται, οὕτως οἱ τηνικαῦτα τῇ Ἱερουσαλὴμ προσβαλόντες ἐκ πολλῶν καὶ διαφόρων ἐθνῶν συνηθροίσθησαν· ἀλλὰ κατελύθησαν ψήφῳ δικαίᾳ. Τοῦτο γὰρ ὁ προφήτης διδάσκει. ϛʹ. «Εὐλογητὸς ὁ Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.» Κατὰ ταυτὸν καὶ τὴν ἐκείνων ὠμότητα, καὶ τοῦ Θεοῦ τὴν ἐπικουρίαν ἐδήλωσε· τοὺς γὰρ ὀδόντας τέθεικε, δεικνὺς τὴν ἐκείνων ὠμότητα. ζʹ. «Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων.» Εὐγνωμόνως καὶ τὴν οἰκείαν ὁμολογοῦσιν ἀσθένειαν, στρουθῷ σφᾶς αὐτοὺς ἀπεικάζοντες, καὶ τὴν τοῦ Θεοῦ κηρύττουσι δύναμιν, τῶν πολεμίων δεικνύντες τὸ ἰσχυρόν. Θηρευτὰς γὰρ ἐκείνους ἀποκαλοῦσιν· διδάσκει δὲ καὶ τῆς σωτηρίας τὸν τρόπον. «Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν.» Οὐ γὰρ μόνης ἀπηλαύσαμεν τῆς σωτηρίας, ἀλλὰ καὶ τῶν ἐχθρῶν τὸν ὄλεθρον εἴδομεν ηʹ. «Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.» Τούτου χάριν, πάσης ἀνθρωπίνης καταφρονοῦμεν δυνάμεως, τὸν οὐρανοῦ καὶ γῆς ποιητὴν ἐπίκουρον ἔχοντες, οὗ καὶ ἡ προσηγορία ἡμῖν εἰς σωτηρίαν ἀρκεῖ. ΕΡΜΗΝ. ΤΟΥ ΡΚΔʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Οἱ τῆς νίκης ἐκείνης τετυχηκότες τὸν ἐπινίκιον ᾄδουσιν ὕμνον, καὶ τῆς εἰς Θεὸν ἐλπίδος κηρύττουσι τὴν ἰσχύν. «Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών.» Ὁ τῇ εἰς τὸν Θεὸν ἐλπίδι φραττόμενος, ὡς τὸ Σιὼν ὄρος ἀτρεμὴς μενεῖ, καὶ ἀκλόνητος, ἐπίσημός τε καὶ περίβλεπτος. «Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ.» Τὸν κατοικοῦντα τὴν