Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1888
Not analysed yet
Ἱερουσαλὴμ κατὰ τοὺς νόμους τῆς Ἱερουσαλὴμ πολιτεύεσθαι δεῖ. Τοῖς γὰρ οὕτω κατοικοῦσι, καὶ τῷ σκοπῷ τοῦ νόμου πειθομένοις, τὸ βέβαιον ὁ προφήτης ὑπέσχετο. βʹ. «Ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὑτοῦ.» Καθάπερ γὰρ τὰ ὄρη τὴν πόλιν κυκλοῖ, οὕτως ἡ θεία κηδεμονία τὸν εὐσεβῆ περιφράττει λαόν· «Ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος.» Οὐ γὰρ πρόσκαιρος ἡ τοῦ Θεοῦ δύναμις, ἀλλ' αἰώνιος, καὶ ταύτης ἀξιοῖ τοὺς τὴν θεραπείαν αὐτοῦ περὶ πολλοῦ ποιουμένους. γʹ. «Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων.» Καὶ τοὺς Ἀσσυρίους ῥάβδον θυμοῦ διὰ Ἡσαΐου τοῦ προφήτου προσηγόρευσεν ὁ Θεὸς, «Οὐαὶ γὰρ, φησὶν, Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου, καὶ τῆς ὀργῆς μου, ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα, καὶ προνομήν.» Ἀντὶ τοῦ, Καθάπερ τινὶ ῥάβδῳ τοῖς Ἀσσυρίοις κεχρημένος, τοὺς ἀξίους παιδεύω. Λέγει τοίνυν ὁ προφήτης καὶ ἐνταῦθα, ὅτι δικαίᾳ κεχρημένος ψήφῳ τῶν ὅλων ὁ Κύριος, οὐ συγχωρήσει τῶν παρανόμων τὴν ῥάβδον τῇ τῶν δικαίων ἐπενεχθῆναι συμμορίᾳ. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει. «Ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν.» Ἵνα μὴ νομίσαντες, φησὶν, οἱ τοῦ προσήκοντος ἐπιμελούμενοι ἄτακτα εἶναι πάντα καὶ ἀκυβέρνητα, ῥέψωσιν ἐπὶ τὸ χεῖρον, καὶ τὴν ἐντεῦθεν ἑλκύσωσι βλάβην. δʹ. «Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ.» Δείξας τοῦ Θεοῦ τὸ δίκαιον, δικαίαν ποιεῖται τὴν δέησιν· ἱκετεύει γὰρ τῶν ἴσων τυχεῖν τοὺς ἀγαθοὺς ἀντιδόσεων. Τοῦτο δὲ καὶ ὁ Κύριος ἔφη· «ᾯ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.» Καί· Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.» εʹ. «Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν.» Τὰς στραγγαλιὰς ὁ μὲν Ἀκύλας διαπλοκὰς ἡρμήνευσε, σκολιότητας δὲ ὁ Σύμμαχος, ὁ δὲ Θεοδοτίων διεστραμμένα. ᾜτησε μέντοι οὐδὲν ἄδικον ὁ Προφήτης· ἀλλὰ τοὺς μὲν ἀγαθοὺς ἀγαθῶν ἀπολαῦσαι, τοὺς δὲ τὴν θείαν καταλιπόντας ὁδὸν, καὶ στραγγαλιαῖς καὶ διαπλοκαῖς κεχρημένους, τὸ κατάλληλον τέλος εὑρεῖν. «Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.» Ἐκείνων δὲ δεξαμένων τὸν ὄλεθρον, οὗτοι τῆς εἰρήνης ἀπήλαυσαν. Προσήκει μέν τοι εἰδέναι, ὡς ταύτης ἀπήλαυσε τῆς προσηγορίας ὁ Ἰακὼβ τῆς θείας ἀξιωθεὶς θεωρίας. Ὁμωνύμους τοιγαροῦν ἔχει τοὺς ὁμοτρόπους, καὶ καθαρὰν πίστιν κεκτημένους καὶ ψυχήν. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ, ἀλλ' οἱ τοῦ Ἰσραὴλ ἀσπαζόμενοι τὴν εὐσέβειαν.