Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1889
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ ΡΚΕʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Ἅπαντας μὲν ὁ Κύρος βασιλεύσας ἐπανελθεῖν Ἰουδαίους προσέταξε, μοχθηρὰν δὲ οἱ πλείους ἔχοντες γνώμην, καὶ εἰς ἅπαντα τοῖς θείοις ἀντιτείνοντες νόμοις, ἐπανελθεῖν οὐκ ἠθέλησαν. Ὅσοι δὲ τῆς προγονικῆς εὐσεβείας ἐπεμελοῦντο, καὶ τῆς κατὰ νόμον λατρείας ἐπεθύμουν, ἀσπασίως ἐποιήσαντο τὴν ἐπάνοδον. Οὗτοι τοίνυν ἐν τῷδε τῷ Ψαλμῷ τὴν οἰκείαν ἐλευθερίαν ὁρῶντες γεγήθασιν· εὔχονται δὲ ταύτης καὶ τοὺς ὁμοφύλους τυχεῖν. «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι.» Τὸ ὡς ἐπιτάσεως ἐνταῦθα σημαντικόν. Πολλῆς, φησὶν, ἀπηλαύσαμεν θυμηδίας, λύσαντος τοῦ Θεοῦ τῆς τιμωρίας τὸν ὅρον, καὶ τὴν ἐλευθερίαν τοῖς αἰχμαλώτοις δωρησαμένου. βʹ. «Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.» Εὐθὺς γὰρ ὑπὸ τῆς θυμηδίας διαχυθέντες ἐκινήσαμεν εἰς ὑμνῳδίαν τὰς γλώττας. Τὴν γὰρ ἀγαλλίασιν ὁ μὲν Ἀκύλας αἴνεσιν, ὁ δὲ Σύμμαχος εὐφημίαν, ἡρμήνευσαν. «Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν, Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ' αὐτῶν.» Τοῦτο δὲ ἡμᾶς πολυθρυλλήτους παρὰ πᾶσιν ἀπέφηνεν. Ἅπαντες γὰρ τὴν τοῦ Θεοῦ μεγαλουργίαν θαυμάζουσιν, ὅτι τῆς πικρᾶς ἡμᾶς ἐκείνης δουλείας ἀπήλλαξε· καὶ ἡμεῖς μέντοι βοῶμεν· γʹ. «Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι.» Ἄτοπον γὰρ τοὺς μὲν τῆς θείας γνώσεως ἐστερημένους τὴν εἰς ἡμᾶς γεγενημένην θαυμάζειν φιλανθρωπίαν, ἡμᾶς δὲ τοὺς τῆς εὐεργεσίας τετυχηκότας ἀχαριστίαν νοσεῖν. δʹ. «Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ.» Ὧν ἔτυχον ἀγαθῶν, καὶ τοὺς ἄλλους ὁμοφύλους ἀπολαῦσαι ποθοῦσι, καὶ τὸν κοινὸν Δεσπότην ἀντιβολοῦσι μεταδοῦναι τῆς ἐλευθερίας κἀκείνοις, ὥστε χειμάῤῥουν μιμεῖσθαι τῶν ἐπανιόντων τὸ πλῆθος. Νότον δὲ τὴν Ἱερουσαλὴμ καλῶν, ἀπὸ τῆς θέσεως τέθεικε τὴν προσηγορίαν· οὕτως αὐτὴν καὶ Ἰεζεκιὴλ, καὶ Ἀββακοὺμ ὀνομάζουσι. Δηλοῖ δὲ καὶ ἕτερον ὁ λόγος. Ὁ γὰρ νότος ἄνεμος ὑγρὸς ὢν, νεφῶν τὸν ἀέρα πληροῖ, καὶ ὄμβρους ἐπάγει σφοδρούς· καὶ μέντοι καὶ τὴν χιόνα πεφυκὼς διαλύειν, ἐμπίπλησι τοὺς χειμάῤῥους ὑδάτων. Οὕτω τοιγαροῦν, φησὶ, καὶ τοὺς ἡμετέρους ὁμοφύλους πανταχοῦ διεσπαρμένους κέλευσον ἀθροισθῆναι, καὶ χειμάῤῥου δίκην τὴν πορείαν ποιήσασθαι. εʹ. «Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι.» Οὐ μάτην δὲ τὰς ἱκετείας ποιούμεθα, ἀλλὰ τοὺς τῶν δακρύων εἰδότες καρπούς. Οἱ γὰρ μετὰ τούτων τὰ σπέρματα καταβάλλοντες, δαψιλῆ τὸν ἀμητὸν ὁρῶντες εὐφραίνονται.