Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1892
Not analysed yet
ϛʹ. «Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὑτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὑτῶν.» Διαφόρως τὴν αὐτὴν διάνοιαν εἴρηκε, τῇ ποικιλίᾳ τῆς διδασκαλίας πλείονα τὴν ὠφέλειαν πραγματευόμενος. ΕΡΜΗΝ. ΤΟΥ ΡΚϛʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν τοῦ Σολομών.» Πάλαι μὲν τὸν θεῖον νεὼν Σολομὼν ᾠκοδόμησε, καταλυθέντα δὲ ὑπὸ Βαβυλωνίων Ζοροβάβελ ἀνέστησε. Τοῦτον οἶμαι Σολομῶντα ὀνομάζεσθαι, καὶ ὡς ἐκ Σολομῶντος τὸ γένος κατάγοντα, καὶ ὡς Σολομῶντος ἀνανεούμενον ἔργον. Οὐδὲ γὰρ τῇ Σολομῶντος οἰκοδομίᾳ ὁ προφητικὸς ἁρμόττει λόγος, ἀλλὰ τῇ μετὰ τὴν ἐπάνοδον ὑπὸ τοῦ Ζοροβάβελ γεγενημένῃ. Τηνικαῦτα μὲν αὐτοὶ οἰκοδομεῖν ἐπειρῶντο, διεκώλυον δὲ οἱ γειτονεύοντες, καὶ αὐτοὶ συνεχῶς πολεμοῦντες, καὶ τὴν Περσῶν κατ' αὐτῶν ἐρεθίζοντες βασιλείαν. Καὶ ταῦτα ἡ τοῦ Ἔσδρα σαφέστερον διδάσκει γραφή· οἱ περὶ τὸν Ζοροβάβελ τοίνυν, καὶ Ἰησοῦν τὸν τοῦ Σαλαθιὴλ, καὶ οἱ μετ' αὐτῶν εὐσεβείᾳ κοσμούμενοι, τήνδε τὴν εἰσήγησιν προσφέρουσι τοῦ ψαλμοῦ· «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.» Μηδεὶς μήτε τῶν οἰκοδομούντων, μήτε τῶν φυλαττόντων, τῇ οἰκεία δυνάμει θαῤῥείτω, ἀλλὰ τὴν θείαν ἐπικαλείσθω ῥοπήν. Ταύτης γὰρ συνεργούσης ἑκάτερον ῥᾴδιον· ἀναβαλλομένου δὲ τοῦ Θεοῦ τὴν βοήθειαν, μάταιος ἡ τῶν ἀνθρώπων σπουδή. βʹ. «Εἰς μάτην ὑμῖν ἐστι τοῦ ὀρθρίζειν, ἐγείρεσθε μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης.» Τὸ ἐγείρεσθε οὐκ ἔστι προστακτικὸν, ἀλλὰ ἀπαρέμφατον. Λέγει δὲ ὅτι πάντα μάταια, τοῦ Θεοῦ τῶν ὅλων μὴ συνεργοῦντος, καὶ τὸ ὀρθρίζειν, καὶ τὸ ἀνίστασθαι, εἴς τε φυλακὴν τῆς πόλεως, καὶ εἰς τὴν προκειμένην οἰκοδομίαν. Διὸ παραινεῖ τοῖς μετ' ὀδύνης τὸν ἄρτον ἐσθίουσι διὰ τὰς τῶν πολεμίων ἐπαναστάσεις, εἰς τὸν Θεὸν τὰς ἐλπίδας ἔχειν. «Ὅταν δῷ τοῖς ἀγαπητοῖς αὑτοῦ ὕπνον. [γʹ.] Ἰδοὺ ἡ κληρονομία Κυρίου υἱοὶ, μισθὸς τοῦ καρποῦ τῆς γαστρός.» Ὕπνον ἐνταῦθα τροπικῶς τὴν ἀνάπαυσιν προσηγόρευσεν· ἀνάπαυλαν δὲ καὶ ὁ ὕπνος τοῖς ἀνθρώποις παρέχει. Τοῦ Θεοῦ τοίνυν, φησὶ, τῆς οἰκείας ἀξιοῦντος κηδεμονίας, δυνησόμεθα τῶν πολεμούντων περιγενέσθαι, καὶ ἀπόνως οἰκοδομῆσαι, καὶ διάγειν ἀσφαλῶς, καὶ δίχα φροντίδος καθεύδειν, καὶ πλειόνων παίδων γενέσθαι πατέρες κατὰ τὴν θείαν ὑπόσχεσιν. Ὑπέσχετο γὰρ ποιήσειν ἡμῶν τὸ γένος, ὡς τὴν ἅμμον τὴν παρὰ τὸ χεῖλος