Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1893
Not analysed yet
τῆς θαλάσσης. Τοῦτο καὶ ἐνταῦθα ἔφη· «Ἰδοὺ ἡ κληρονομία Κυρίου υἱοὶ, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός·» τουτέστιν, ἡ θεία ὑπόσχεσις, καὶ ἡ περὶ τοὺς παῖδας εὐλογία, καθάπερ τις ἡμῖν μισθὸς τοῖς εἰς αὐτὸν ἠλπικόσι δεδώρηται. δʹ. «Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν τετιναγμένων.» Ὁ δὲ Θεοδοτίων, Ὡς βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως υἱοὶ νεότητος· κατὰ ταύτην δὲ καὶ ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος ἡρμήνευσαν. Λέγει δὲ, ὅτι Ἐσόμεθα τῷ Θεῷ πεποιθότες οὐ μόνον πολλοὶ, ἀλλὰ καὶ δυνατοὶ, οἷόν τινα βέλη παρὰ δυνατοῦ τινος ἐφιέμενα· καὶ οἱ νῦν ἀσθενεῖς, καὶ σφόδρα ταλαιπωρούμενοι (τοῦτο γὰρ δηλοῖ τὸ ἐκτετιναγμένων), ἰσχυροὶ λίαν ἐσόμεθα, τῆς ἄνωθεν ῥοπῆς ἀπολαύσαντες. εʹ. «Μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὑτοῦ ἐξ αὐτῶν.» Τουτέστι τῶν πολεμίων. Οὐ μόνον γὰρ οὐχ ἡττησόμεθα, ἀλλὰ καὶ περιγενησόμεθα τούτων, καὶ ζηλωτοὶ παρὰ πᾶσιν ἐσόμεθα. «Οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτοῦ ἐν πύλαις.» Τουτέστιν, ἡνίκα ἂν πρὸ τῶν πυλῶν τοῖς παρὰ τῶν πολεμίων πεμπομένοις πρέσβεσι διαλεξόμεθα. Τοῦτο δὲ εἶπε κατὰ τὸ παλαιὸν ἔθος· οὐδὲ γὰρ ἐδέχοντο εἴσω τῶν πυλῶν τοὺς πεμπομένους πρέσβεις, ἀλλ' ἔξω τὰς ὑποκρίσεις ἐποιοῦντο. Διὰ πάντων δὲ τῆς εἰς Θεὸν ἐλπίδος τὸ ἄμαχον ἔδειξεν. ΕΡΜΗΝ. ΤΟΥ ΡΚΖʹ ΨΑΛΜΟΥ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Ὅσων πρόξενον ἀγαθῶν τὸ πεποιθέναι Θεῷ δείξας ἐν τῷ προτεταγμένῳ ψαλμῷ, ἐνταῦθα μακαρίζει τοὺς μετὰ τῆς ἐλπίδος τὸν θεῖον ἔχοντας φόβον, δι' ὃν καὶ τῆς ἀρετῆς ἡ κτῆσις προσγίνεται. Ἀναγκαῖον δὲ τοῖς τῷ Θεῷ πεπιστευκόσιν ἡ κατὰ Θεὸν πολιτεία· οὗτος γὰρ εὐσεβείας τέλειος ὅρος. αʹ. «Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.» Οὐ τὸν ἐκ γένους Ἀβραὰμ, οὐδὲ τὸν ἐκ σπέρματος Ἰσραὴλ, ὁ προφητικὸς ἐμακάρισε λόγος, ἀλλὰ τὸν τῷ θείῳ φόβῳ κοσμούμενον. Τοῦτο καὶ ὁ μακάριος Πέτρος ἐν ταῖς Πράξεσι λέγει· «Ἐπ' ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν, καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν.» Ὑπέδειξε δὲ ὁ προφητικὸς λόγος καὶ τοῦ θείου φόβου τὸν χαρακτῆρα. Ἐπήγαγε γάρ· «Οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.» Οὐ πᾶς γὰρ ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» Ἴδιον τοίνυν τῶν φοβουμένων τὸν Κύριον, τὸ μὴ βαίνειν ἔξω τῶν θείων ὁδῶν, ἀλλ' ἐν αὐταῖς ποιεῖσθαι τὴν πορείαν διηνεκῶς.