Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1896
Not analysed yet
βʹ. «Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι.» Ὁ δὲ Σύμμαχος, Κόπον χειρῶν σου ἐσθίων· ὡς εἶναι δῆλον, ὅτι καὶ οἱ Ἑβδομήκοντα καρποὺς οὐ τὴν ἐπικαρπίαν ἐκάλεσαν, ἀλλὰ τὸ μόριον τῶν χειρῶν. Λέγει δὲ, ὅτι Τῶν ὑπὸ σοῦ σπειρομένων ἀγαθῶν τοὺς καρποὺς τρυγήσεις. Τοῦτο δὲ καὶ ὁ θεῖος Ἀπόστολος ἔφη, «Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει.» —»Μακάριος εἶ σὺ, καὶ καλῶς σοι ἔσται.» Οὐ γὰρ λόγῳ μόνῳ ἔσῃ ζηλωτὸς καὶ περίβλεπτος· ἀλλὰ καὶ ἔργῳ ἕξεις τὴν εὐκληρίαν. γʹ. «Ἡ γυνή σου, ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου.» Ἐπειδὴ κατ' ἐκεῖνον τὸν καιρὸν ταύτην εὐπραξίαν ἐνόμιζον, ὑπισχνεῖται αὐτοῖς ὁ λόγος καὶ γυναικῶν εὐκαρπίαν, ὥστε ἀμπέλοις παραβάλλεσθαι τεθηλυίαις, καὶ βριθούσαις τοῖς βότρυσιν. «Οἱ υἱοί σου, ὡς νεόφυτα ἐλαιῶν, κύκλῳ τῆς τραπέζης σου.» Καὶ ἐν τῷ πεντηκοστῷ καὶ πρώτῳ ψαλμῷ τὸν δίκαιον ἐλαίᾳ παρέβαλεν· «Ἐγὼ γὰρ, ἔφη, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.» Καὶ ἐνταῦθα τοῦ φοβουμένου τὸν Κύριον τοὺς παῖδας νεοφύτοις ἐλαιῶν ἀπείκασεν, ὡς τῆς εὐσεβείας τὴν ἀρδείαν, καὶ τὸν καρπὸν τὸν ὥριμον φέροντας, καὶ τὸ φύλλον οὐκ ἀποβάλλοντας, κατὰ τὸν ἐν τῷ πρώτῳ ψαλμῷ μακαριζόμενον ἄνδρα. δʹ. «Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος, ὁ φοβούμενος τὸν Κύριον.» Τρόπου γὰρ ὁ Θεὸς, οὐ γένους κριτής. Οὕτω τὸν Ἰὼβ ἐκ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντα στεφάνων ἠξίωσεν· οὕτω τὸν Ἀβιμέλεχ πρὸς τὴν ἀλήθειαν ἐποδήγησεν· οὕτω τὸν εὐνοῦχον, οὕτω τὸν Κορνήλιον, οὕτω πάντα τὰ ἔθνη. εʹ. «Εὐλογήσαι σε Κύριος ἐκ Σιών.» Κατὰ τὴν τότε κατέχουσαν δόξαν. Ἐκεῖ γὰρ οἰκεῖν ὁ Θεὸς νενόμιστο. «Καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.» Τοῦτο γὰρ ἰδεῖν ἐπόθουν οἱ ἐκ Βαβυλῶνος ἐπανελθόντες, καὶ τῆς πόλεως τὴν ἐρημίαν ὁρῶντες. ϛʹ. «Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου.» Εὐλογία μεγάλη νενόμιστο εἰς γῆρας ἐλάσαι βαθὺ, καὶ παῖδας ἰδεῖν. Συμβαινούσας τοίνυν ταῖς γνώμαις ὁρίζει τὰς εὐλογίας· ὅτι δὲ οὐκ ἐν τούτοις εἶδε τῶν ἀγαθῶν τὴν κτῆσιν, ὁ μακάριος Ἡσαΐας ἐδίδαξε· «Μὴ λεγέτω ὁ εὐνοῦχος, ὅτι Ἐγώ εἰμι ξύλον ξηρὸν, ὅτι τάδε λέγει Κύριος· Τοῖς εὐνούχοις τοῖς φυλαττομένοις τὰ Σάββατά μου, καὶ ἐκλεγομένοις ἃ ἐγὼ θέλω, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου, καὶ ἐν τῷ τείχει μου, τόπον ὀνομαστὸν, καὶ ὄνομα ἀγαθὸν, κρεῖττον υἱῶν καὶ θυγατέρων.» —»Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.» Πάλιν ἐπεύχεται τῷ Ἰσραὴλ εἰρήνην. Ἀληθὴς δὲ εἰρήνη ἡ πρὸς Θεὸν εἰρήνη. ὁ δὲ σαρκικὸς Ἰσραὴλ ἐκείνης ἐκπεσὼν, καὶ τῆς ἄλλης ἐστέρηται.