Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1897
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ ΡΚΗʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Καὶ οὗτος ὁ ψαλμὸς πρόῤῥησιν ἔχει τῶν μετὰ τὴν ἐπάνοδον ἐπαναστάντων Ἰουδαίοις ἐθνῶν· καὶ διδάσκονται λέγειν. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου· εἰπάτω δὴ Ἰσραήλ. [βʹ.] Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου· καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι.» Νεότητα καλεῖ τὴν ἐν Αἰγύπτῳ διαγωγὴν, καὶ τὴν ἐκεῖθεν ἀπαλλαγήν. Καὶ τὸν εὐεργέτην ὑμνῶν, τὰς θείας ἀπαριθμεῖται χάριτας, ὅτι Ἄνωθεν καὶ ἐξ ἀρχῆς πολλοί μοι δυσμενεῖς ἐπανέστησαν, καὶ παντοδαποῖς με περιβαλεῖν κακοῖς ἐπειράθησαν· διὰ δὲ τῆς θείας ἐπικουρίας διέφυγον τὰς ἐκείνων ἐπιβουλάς. Ἀληθέστερον μέντοι ταῦτα τῷ νέῳ ἁρμόττει λαῷ, πολλὰς μὲν δεξαμένῳ προσβολὰς πολεμίων, πάντων δὲ περιγενομένῳ, καὶ τοὺς πολεμίους προσκυνητὰς ἀποφήναντι. γʹ. «Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοί.» Ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, ἠροτρίασαν ἡρμήνευσαν. Δηλοῖ δὲ ὁ λόγος τὰς μάστιγας, καὶ τὰς αἰκίας, τὰς τοῖς νικηφόροις μάρτυσιν ἐπενεχθείσας ὑπὸ τῶν δυσσεβῶν. Ταῦτα δὲ καὶ οἱ περὶ τὸν μακάριον ὑπέμειναν Δανιὴλ, καὶ οἱ θαυμάσιοι Ἀνανίας, Ἀζαρίας καὶ Μισαὴλ, καὶ ἐπὶ Ἀντιόχου οἱ Μακκαβαῖοι. «Ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν.» Ὁ δὲ Ἀκύλας ἐμήκυναν, ὁ δὲ Σύμμαχος παρέτεινον κακοῦντες· ἀντὶ τοῦ, Ἐπέμειναν μέχρι πολλοῦ μοι πολεμοῦντες, καὶ τὴν οἰκείαν αὔξοντες ἀνομίαν. δʹ. «Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν.» Τοὺς αὐχένας, βρόχους ὁ Ἀκύλας καὶ Σύμμαχος ἡρμήνευσαν· ὁ δὲ Θεοδοτίων κλοιούς· πάντα δὲ ἀληθῆ. Καὶ γὰρ οὓς κατεσκεύασαν τοῖς ἁγίοις βρόχους, κατέκοψεν ὁ τούτων Θεὸς, καὶ τοὺς περιταθέντας αὐτοῖς κλοιοὺς συνέτριψε, καὶ αὐτοὺς τῶν ἁμαρτωλῶν τοὺς αὐχένας συνέκοψεν. εʹ. «Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών.» Διαμάρτοιεν, φησὶ, τῶν πονηρῶν ἐγχειρημάτων, καὶ τράποιντο εἰς φυγὴν οἱ τὴν Σιὼν πολεμοῦντες. ϛʹ, ζʹ. «Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη. Οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὑτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὑτοῦ ὁ τὰ δράγματα συλλέγων.» Ἔνια τῶν ἀντιγράφων οὐκ, ἐξηρανθῆναι, ἔχει, ἀλλὰ, ἐκσπασθῆναι· ὃ καὶ ἐπὶ τῶν ληΐων γινόμενον ὁρῶμεν ἀεί. Οὐδεὶς γὰρ ὑγρὸν ὄντα τὸν ἄσταχυν θερίζειν ἀνέχεται, ἀλλὰ μένει πεπανθῆναι, καὶ διαυανθῆναι, καὶ τότε τὴν δρεπάνην ἐπάγει. Ἡ δὲ ἐπὶ τῶν δωμάτων φυομένη πόα, πρὶν βλαστῆσαι καρπὸν, τῇ τοῦ ἡλίου ξηραίνεται προσβολῇ· τούτοις τῶν πολεμίων τὰς ἐγχειρήσεις ἀπεικασθῆναι παρακαλεῖ, καὶ ταύταις παραπλησίως ἄωρον δέξασθαι τέλος.