Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1900
Not analysed yet
ηʹ. «Καὶ οὐκ εἶπον οἱ παράγοντες· Εὐλογία Κυρίου ἐφ' ὑμᾶς, εὐλογήκαμεν ἐν ὀνόματι Κυρίου.» Οἱ τὰ κομῶντα θεώμενοι λήϊα, θαυμάζειν εἰώθασι τὴν γεωργῶν ἐπιμέλειαν, καὶ εὐλογοῦσι παριόντες τοὺς τὰ τοιαῦτα θερίζοντας· τοῖς δὲ τῶν δωμάτων τὸν χόρτον συλλέγουσιν, οὐδεὶς τοιοῦτο οὐδὲν ἐπεφθέγξατο πώποτε. ΕΡΜΗΝ. ΤΟΥ ΡΚΘʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Τῶν δικαίων χορὸς ταύτην τῷ Θεῷ τὴν ἱκετείαν προσφέρει· μαρτυρεῖ δὲ καὶ αὐτὸ τοῦ ψαλμοῦ τὸ προοίμιον. «Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε.» Ἀντὶ τοῦ, Κάτωθεν καὶ ἐξ αὐτῆς τῆς καρδίας ἀναπέμπω τὴν ἱκετείαν. Τῶν γὰρ μόνοις κεχρημένων τοῖς χείλεσιν ἡ θεία κατηγορεῖ Γραφή. Καὶ νῦν μέν φησιν ὁ προφήτης Ἱερεμίας πρὸς τὸν τῶν ὅλων Θεόν· «Ἐγγὺς εἶ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν·» νῦν δὲ αὐτὸς ὁ Θεὸς διὰ Ἡσαΐου τοῦ προφήτου Ἰουδαίων κατηγορεῖ λέγων· «Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ.» Οἱ δὲ νῦν ἱκετεύοντες ἀπὸ τοῦ βάθους τῆς καρδίας τὴν εὐχὴν ἀναπέμπουσι. βʹ. «Κύριε, εἰσάκουσον τῆς φωνῆς μου, γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.» Καὶ ἀνθρωπίνως τοῖς λόγοις χρησάμενος, οἶδε τὸ θεῖον ἀσώματον· τὴν γὰρ ἀκουστικὴν ἐνέργειαν καὶ ὀπτικὴν προσηγόρευσεν. Ἡμῶν γὰρ οἱ ὀφθαλμοὶ τὴν ὀπτικὴν ἔχουσι δύναμιν, τὰ δὲ ὦτα τὴν ἀκουστικὴν ἐνέργειαν ἐπιστεύθη. Ὁ δὲ Θεὸς ἧ ἀκούει, ταύτῃ καὶ βλέπει, καὶ ᾗ βλέπει, ταύτῃ καὶ ἀκούει. γʹ. «Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε.» Ὁ τῶν δικαίων χορὸς ἱκετεύει τὸν Κύριον μὴ ταῖς ἁμαρτίαις μετρῆσαι τὰς τιμωρίας. Οὕτω καὶ οἱ περὶ τὸν μακάριον Ἀνανίαν τοῦ λαοῦ τὰς παρανομίας τῷ προσώπῳ ἑαυτῶν περιέθεσαν. «Κύριε, τίς ὑποστήσεται;» Ἐὰν γὰρ δικαίως τὰ τῆς δίκης κατάσχῃς ζυγὰ, τίς ἱκανὸς τὴν ὑπὸ ταύτης ἐκφερομένην ψῆφον ὑπενεγκεῖν; ἀνάγκη γὰρ πάντας ὑπομεῖναι τὸν ὄλεθρον. δʹ. «Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.» Ἔχεις φιλανθρωπίαν τῇ δικαιοσύνῃ συνεζευγμένην, καὶ ταύτῃ μᾶλλον πέφυκας, ἢ ἐκείνῃ κεχρῆσθαι. «Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου.» Ἀντὶ τοῦ ὀνόματος, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων φόβον ἡρμήνευσαν, ὁ δὲ Σύμμαχος νόμον. Δήλη δὲ ὅμως τοῦ ῥητοῦ ἡ διάνοια. Λέγει γὰρ, ὅτι Ταύτην εἰδώς σου τὴν ἀγαθότητα (οἷον γάρ τινι νόμῳ κέχρησαι τῷ ἐλέῳ), τὰς χρηστοτέρας ἐλπίδας οὐκ ἀπαγορεύω, ἀναμένων τῶν