Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1901
Not analysed yet
ἀγαθῶν τὴν ὑπόσχεσιν. Λόγον γὰρ ἐνταῦθα τὴν ἀγαθὴν ὑπόσχεσιν κέκληκε· φιλανθρωπίαν δὲ τοῖς μετανοοῦσιν ὑπέσχετο. εʹ. «Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον, ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός.» Ἀντὶ τοῦ, διὰ πάσης ἡμέρας· φυλακὴ γὰρ πρωΐα ἡ τελευταία ὥρα τῆς νυκτός· οἱ γὰρ τελευταῖοι φύλακες μέχρι ἐκείνου φυλάττουσι τοῦ καιροῦ. ϛʹ. «Ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.» Οὐκ ἀρκοῦνται οἱ δίκαιοι μόνον τῆς εἰς Θεὸν ἐλπίδος ἔχειν τὸν πλοῦτον, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐπὶ τὴν ὁμοίαν κτῆσιν προτρέπουσι, καὶ τὸ ἐντεῦθεν φυόμενον δηλοῦσι κέρδος. ζʹ. «Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις.» [Φιλοικτίρμων γὰρ καὶ φιλάνθρωπος ὁ Δεσπότης, καὶ τοῖς μεταμελομένοις παρέχει τὴν σωτηρίαν.] ηʹ. «Καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.» Πρόῤῥησιν ὁ λόγος ἔχει τὴν κατὰ τὸν Δεσπότην. Αὐτὸς γάρ ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὕτω καὶ ὁ θεῖος ἔφη Γαβριὴλ πρὸς τὴν ἁγίαν Παρθένον· «Τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ὅτι αὐτὸς σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» ΕΡΜΗΝ. ΤΟΥ ΡΛʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Ταπεινοφροσύνην ὁ προφητικὸς ἐκπαιδεύει λόγος, καὶ τῶν ταύτης ἐραστῶν εἰσάγει τὸ πρόσωπον προσευχομένων, καὶ τὸν Θεὸν λιπαρούντων. «Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου.» Τῆς καρδίας τὸ ὕψος οὐ μόνοις τοῖς δυσσεβέσιν, ἀλλὰ καὶ τοῖς ἁγίοις λυμαίνεται. Καὶ διδάσκει τῶν Παραλειπομένων ἡ ἱστορία περὶ τοῦ Ἐζεκίου τοῦ εὐσεβοῦς λέγουσα βασιλέως, «Ὅτι ἐταπεινώθη ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὑτοῦ.» Διὰ τοῦτο καὶ ὁ Κύριος τοῖς ἱεροῖς αὑτοῦ παραινεῖ μαθηταῖς λέγων· «Πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, καὶ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται.» —»Οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου.» Ἴδιον τῶν ὑπερηφάνων τὰς ὀφρῦς ἐπαίρειν, καὶ τὴν γνάθον φυσᾷν, καὶ πάντων ὑπερφρονεῖν. Οἱ δὲ τοῦ πάθους ἀπηλλαγμένοι, οὐχ ὡς ἀγνοοῦντα διδάσκουσι τοῦτο τὸν κριτὴν, ἀλλ' ὡς εἰδότα καλοῦσιν εἰς μαρτυρίαν. «Οὐδὲ ἐπορεύθην ἐν μεγάλοις.» Ὁ δὲ Σύμμαχος, ἐν μεγαλειότησιν· ὁ δὲ Ἀκύλας, ἐν μεγαλωσύναις. «Οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ.» Ὁ δὲ Σύμμαχος, Οὐδὲ ἐν ὑπερβάλλουσιν ὑπὲρ ἐμέ. Ἀντὶ τοῦ, Ἐμαυτὸν ἐμέτρουν, καὶ τοῖς ὑπερβάλλουσί μου τὴν ἀξίαν οὐκ ἐπεχείρησα.