Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1904
Not analysed yet
βʹ. «Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου, ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὑτοῦ, ὣς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου.» Ὁ δὲ Σύμμαχος, Εἰ μὴ ἐξίσωσα, καὶ ὡμοίωσα τὴν ψυχήν μου ἀπογαλακτισθέντι πρὸς μητέρα αὑτοῦ, οὕτως ἀνταποδοθείη τῇ ψυχῇ μου. Εἰ μὴ παραπλησίως, φησὶ, βρέφει νῦν ἀπαλλαγέντι θηλῆς, καὶ τὴν μητέρα δειμαίνοντι, ἔδεισά σε, καὶ ἐμαυτόν σοι ὑπέταξα, ἀλλὰ ὑψηλὴν ἔσχον διάνοιαν, τῆς αὐτῆς ἀντιδόσεως τυχεῖν ἀξιῶ. γʹ. «Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος.» Ἔδειξεν ὁ προφητικὸς λόγος, τίνος χάριν ἐποιήσατο τὴν τῶν κατορθωμάτων διήγησιν. Οὐ γὰρ ἑαυτοὺς σεμνύνοντες τὴν οἰκείαν διεξίασιν ἀρετὴν, ἀλλὰ τοὺς ἄλλους εἰς τὸν ἴσον διεγείραντες ζῆλον. Διὸ πάντα τὸν Ἰσραὴλ τῆς αὐτῆς ἐλπίδος ἔχεσθαι παρεκάλεσαν, καὶ διηνεκῶς ταύτην ἔχειν, καὶ τοὺς ἐκ ταύτης φυομένους συλλέγειν καρπούς. ΕΡΜΗΝ. ΤΟΥ ΡΛΑʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Πολλὴν ὁ ψαλμὸς οὗτος πρὸς τὸν ὀγδοηκοστὸν ὄγδοον ἔχει συγγένειαν. Καὶ γὰρ ἐνταῦθα κἀκεῖ τὸν τῶν ὅλων Θεὸν ἱκετεύουσιν οἱ ἐν Βαβυλῶνι δορυάλωτοι, τὰς πρὸς τὸν μέγαν Δαβὶδ ὑπ' αὐτοῦ γεγενημένας ὑποσχέσεις ἀνθ' ἱκετηρίας προσφέροντες, καὶ τυχεῖν ἀξιοῦντες συγγνώμης. Ἔχει δὲ καὶ πρόῤῥησιν τοῦ κατὰ σάρκα βλαστήσαντος ἐκ γένους Δαβὶδ τῆς οἰκουμένης Σωτῆρος. «Μνήσθητι, Κύριε, τοῦ Δαβὶδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ.» Ἐπειδὴ πολλὰ πεπλημμεληκότες ἡμεῖς πάσης ἐστερήμεθα παῤῥησίας, ἱκετεύομέν σε, Δέσποτα, τοῦ Δαβὶδ ἀναμνησθῆναι, καὶ τῆς ἐκείνου πραότητός τε καὶ εὐσεβείας. Ταύτης δὲ καὶ ὁ προτεταγμένος ψαλμὸς ἐμνημόνευσε, καὶ σαφῶς ἐδίδαξε τὴν τοῦ φρονήματος αὐτοῦ μετριότητα. βʹ—εʹ. «Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου. Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμόν. Καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ.» Ταῦτα σαφέστερον ἡ τῶν Παραλειπομένων ἱστορία διδάσκει. Πρῶτον μὲν γὰρ ἱκέτευσεν αὐτὸς τὸν θεῖον οἰκοδομῆσαι νεών. Ἐπειδὴ δὲ διὰ τοῦ προφήτου Νάθαν ἐκώλυσεν ὁ Θεὸς, καὶ τὴν ὑπὸ τοῦ Σολομῶντος ἐσομένην οἰκοδομίαν προείρηκεν, ἀνεβάλετο μὲν τὴν οἰκοδομίαν, οὐκ ἠσπάσατο δὲ ῥᾳστώνην· ἀλλὰ καὶ χρυσὸν, καὶ ἄργυρον, καὶ σίδηρον, καὶ χαλκὸν, καὶ ξύλα, καὶ λίθους συνήγαγε. Καὶ ταῦτα, ὡς ἔφην, ἅπαντα ἡ βίβλος ἐκείνη διδάσκει τοὺς ἐντυχεῖν βουλομένους.