Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1905
Not analysed yet
ϛʹ. «Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις. τοῦ δρυμοῦ.» Ἱκέτευεν οἰκοδομῆσαι ναὸν τῷ Θεῷ· ὁ δὲ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ νεὼν ἑαυτῷ ἔμψυχόν τε καὶ λογικὸν οἰκοδομήσειν ὑπέσχετο. Διό φησιν ἡ προφητεία· «Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.» Ἐφραθὰ δὲ ἡ νῦν καλουμένη Βηθλεὲμ ὠνομάζετο. Ἐκεῖ γὰρ ὁ Δεσπότης ἐτέχθη Χριστὸς, ὃς τοῖς Ἰουδαίοις τὸ οἰκεῖον σῶμα ὑποδείξας ἔφησε· «Λύσατε τὸν ναὸν τοῦτον.» Δρυμοῦ δὲ πεδία καλεῖ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ τὸν τόπον, ἔρημον ὄντα, καὶ οἰκοδομίαν οὐκ ἔχοντα. Ἐκεῖ γὰρ τὸν ὀλοθρευτὴν ἄγγελον διὰ τῆς πρὸς Θεὸν ἱκετείας ἐπισχὼν ὁ μέγας Δαβὶδ, καὶ βωμὸν ἔστησε, καὶ θυσίαν προσήνεγκε, καὶ εἰς τὴν οἰκοδομὴν τοῦ νεὼ ἀφιέρωσεν. Ἐπειδὴ δὲ δύο σκηναὶ, ἡ μὲν ἐκ λίθων καὶ ξύλων, ἡ δὲ ἐκ σώματος καὶ ψυχῆς, καὶ ἡ μὲν ἐν Ἱεροσολύμοις ὑπὸ Σολομῶντος ἐγένετο, τὴν δὲ ἐν τῇ Βηθλεὲμ τοῦ παναγίου Πνεύματος ἡ χάρις ἐξύφηνεν· οἱ τηνικαῦτα δὲ εὐσεβεῖς τὴν μὲν ἑώρων, τὴν δὲ προσεδόκων· εἰκότως ὁ προφητικὸς λόγος ἔφη· «Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ,» τουτέστιν, ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου γενησομένην. «Εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ,» τὴν ὑπὸ τοῦ Σολομῶντος κατὰ τὴν τοῦ Πνεύματος οἰκοδομηθεῖσαν ὑπόσχεσιν. ζʹ. «Εἰσελευσώμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.» Τὸν χρόνον ἐνήλλαξε. Λέγουσι δὲ, ὅτι Ἐκεῖ εἰσιόντες προσκυνοῦμεν, θείας ἐπιφανείας τὸν νεὼν ἠξιῶσθαι πιστεύοντες. Ταύτην γὰρ ἔχει διάνοιαν τὸ, «Οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.» Οὐκ ἀσώματον γὰρ μόνον, ἀλλὰ καὶ ἀπερίγραφον τὸ Θεῖον εἶναι πιστεύομεν. Σωματικώτερον δὲ ἡ θεία περὶ αὐτοῦ Γραφὴ διαλέγεται, ταῖς ἀνθρωπίναις ἀκοαῖς μετροῦσα τοὺς λόγους. ηʹ. «Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου.» Ἀνάστασιν τοῦ Θεοῦ καλοῦσι τὴν κατὰ νόμον λατρείαν, οὐ ταύτης δεομένου, [οὐδὲ ταύτῃ ἐπιτερπομένου,] ἀλλὰ τῶν προσφερόντων τὴν εὐσέβειαν ἀσπαζομένου· καὶ παρακαλοῦσι δὲ αὖθις αὐτοῦ τὴν χάριν ἐπιφανῆναι, καὶ τὴν προτέραν δοῦναι τῷ ναῷ περιφάνειαν. «Σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. «Ἐπειδὴ ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἡ κιβωτὸς ἔκειτο τὰς πλάκας ἔχουσα τοῦ νόμου, ἐπέκειτο δὲ ταύτῃ τὸ ἱλαστήριον, δι' ἐκείνου δὲ τῷ ἀρχιερεῖ μηνύματά τινα τῆς θείας ἐπιφανείας ἐγίνετο, εἰκότως ἐμνημόνευσε τῆς κιβωτοῦ. Ὁ Θεὸς γὰρ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ. Οὕτω δὲ καὶ ὁ σοφὸς προσηύξατο Σολομών· «Εἰ ὁ