Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1908
Not analysed yet
οὐρανὸς, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι.» Τοῦτο καὶ αὐτὸς ὁ τῶν ὅλων ἔφη Θεός· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ τίς τόπος τῆς καταπαύσεώς μού ἐστιν;» θʹ. «Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.» Τούτου, φησὶ, γινομένου, καὶ ᾠκοδομημένου τοῦ οἴκου, καὶ τῆς κιβωτοῦ πάλιν τιθεμένης ἐν τοῖς ἀδύτοις, οἱ μὲν ἱερεῖς τὴν κατὰ νόμον ἐπιτελοῦντες λατρείαν δικαιωθήσονται, οἱ δὲ τῆς μὲν ἱερατικῆς οὐ μετειληφότες ἀξίας, εὐσεβείας δὲ ὅμως πεφροντικότες, πάσης εὐφροσύνης πλησθήσονται. ιʹ. «Ἕνεκεν Δαβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέφῃς τὸ πρόσωπον τοῦ Χριστοῦ σου.» Χριστὸν ἐνταῦθα τὴν βασιλείαν καλεῖ. Καὶ ἐπειδὴ δυσσεβεῖς οἱ τηνικαῦτα αὐτῶν ἦσαν βασιλεῖς, διὰ τὸν Δαβὶδ ἀξιοῦσι μὴ ἀποσβῆναι τῆς βασιλείας τὸ γένος. Εἶτα τῶν γεγενημένων ἀναμιμνήσκουσι ὑποσχέσεων. ιαʹ. «Ὤμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.» Ἀψευδὴς, φησὶν, ὁ ὑποσχόμενος, καὶ ἀληθείας ὑπάρχει πηγὴ, καὶ τῶν ἀδυνάτων μὴ πέρας λαβεῖν τὴν ὑπόσχεσιν. «Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.» Μία μὲν ὑπόσχεσις αὕτη, καὶ τὸ πέρας ἐδέξατο. Οὐ γὰρ μόνος Σολομὼν, ἀλλὰ καὶ οἱ ἐκ Σολομῶντος, τῶν βασιλικῶν ἠξιώθησαν θρόνων. Τὸ δὲ τέλος τῆς ὑποσχέσεως ὁ Δεσπότης Χριστὸς ἐβεβαίωσε, τοῦ Δαβὶδ κρατύνας τὴν βασιλείαν. Τοῦτο γὰρ καὶ ὁ μακάριος προεθέσπισεν Ἡσαΐας· «Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος, ἀμήν.» Καὶ μετ' ὀλίγα· «Ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, τοῦ κατορθῶσαι αὐτὴν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον.» Ταύτην μὲν, ὡς ἔφην, τὴν ὑπόσχεσιν ὁ Δεσπότης Χριστὸς ἐβεβαίωσε· τὴν μέντοι ἑτέραν οὐκ ἀόριστον δέδωκεν ὁ Θεός. ἔφη δὲ οὕτως· ιβʹ. «Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτοὺς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου.» Ἡ μὲν οὖν τοῦ Δεσπότου ἐπαγγελία τοιαύτη, ἡ δὲ ἐκείνων παρανομία τῆς βασιλείας τὸν δρόμον διέκοψεν.» Εὐθὺς γὰρ ὁ Σολομὼν ἐκπεσὼν εἰς ἀσέβειαν τὴν θείαν ὀργὴν ἐπεσπάσατο. Οὗ δὴ χάριν ὁ θρόνος ἐτυραννήθη, καὶ ἑτέρου αἱ δέκα φυλαὶ βασιλείαν ἐδέξαντο· χρόνῳ δὲ ὕστερον καὶ αἱ δύο φυλαὶ τῆς Δαβιτικῆς ἐγυμνώθησαν βασιλείας. ιγʹ. «Ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ.» Ἄνωθεν, φησὶν, ὦ Δέσποτα, ταύτην τῶν ἄλλων προετίμησας πόλεων, καὶ οἰκεῖον ἀπέφηνας οἰκητήριον.