Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1909
Not analysed yet
ιδʹ. «Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος.» Ταῦτα, φησὶ, σὺ εἶπας, ὦ Δέσποτα, καὶ ὑπέσχου ἐπαναπαύεσθαι τῇ Σιὼν ἀεί. Καὶ τοῦτο δὲ τετύχηκε πέρατος. Εἰ γὰρ καὶ ὁ παλαιὸς νεὼς ἔρημος διὰ τὴν Ἰουδαίων μανίαν ἐγένετο, ἀλλ' οὖν ἐκεῖ πάλιν, καὶ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναλήψεως τὰ χωρία διὰ τῆς θείας ἠξίωτο χάριτος· καὶ ἐκ πάσης γῆς καὶ θαλάττης συντρέχουσιν ἅπαντες τὴν ἐν ἐκείνοις ἀναβλύζουσαν εὐλογίαν ἀρύσασθαι. «Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.» Καὶ τοῦτο τέλους τετύχηκε, καὶ ἐναλλαγή τις τῶν οἴκων ἐγένετο. Καὶ ὁ προφητικὸς δὲ λόγος τῆς Σιὼν ἐμνημόνευσεν. Ἐν ἐκείνῃ δὲ καὶ ὁ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως τόπος. ιεʹ. «Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω.» Ὁ δὲ Σύμμαχος, Τὴν σίτησιν αὐτῆς εὐλογῶν εὐλογήσω. Τουτέστι, τῶν ἀγαθῶν αὐτοῖς ἁπάντων παρέξω τὴν ἀφθονίαν. «Τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων.» Παρέξω δὲ καὶ τοῖς δεομένοις τῶν ἀναγκαίων τὴν χρείαν. ιϛʹ. «Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν.» Ἣν ἄνω δικαιοσύνην ἐκάλεσεν, ἐνταῦθα σωτηρίαν ὠνόμασε. Δικαιοσύνης γὰρ σωτηρία καρπός. «Καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται.» Οἱ δὲ τῆς εὐσεβείας ἐρασταὶ πάσης γενήσονται θυμηδίας ἀνάπλεοι. ιζʹ. «Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ.» Τὸ μὲν οὖν πρόχειρον νόημα τὸν Ζοροβάβελ δηλοῖ. Ἐπειδὴ δὲ οὔτε εἰς ἐκγόνους, οὔτε μὴν εἰς παῖδας, τὴν ἡγεμονίαν παρέπεμψεν, οὐκ ἄν τις αὐτὸν εἰκότως ὀνομάσει κέρας, ὀλίγον ἡγεμονεύσαντα χρόνον. Τὸ γὰρ κέρας ἰσχυρόν τι δηλοῖ καὶ μόνιμον. Ἐπειδὴ δὲ τῷ Ζοροβάβελ οὐχ ἁρμόττει ἡ προφητεία, ὁ λόγος τὴν κατὰ σάρκα τοῦ Χριστοῦ γέννησιν προθεσπίζει. Οὕτω δὲ καὶ ὁ μακάριος Πέτρος ἐν ταῖς Πράξεσιν ἔφη· «Προφήτης ὑπάρχων ὁ Δαβὶδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστῆσαι τὸ κατὰ σάρκα τὸν Χριστὸν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προειδὼς ἐλάλησεν περὶ τῆς ἀναστάσεως αὐτοῦ.» «Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.» Λύχνον πάλιν ὁ προφητικὸς λόγος τὸν ἐκ Δαβὶδ ὀνομάζει ναὸν, τὸ τῆς θεότητος ὑποδεξάμενον φῶς. ιηʹ. «Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.» Τῆς μὲν οὖν αἰσχύνης μάρτυρες Ἰουδαῖοι, τὴν ἔχθραν ἀσπασάμενοι, καὶ τὴν αἰσχύνην δρεψάμενοι. Τὸ δὲ ἁγίασμα, αἱ κατὰ πᾶσαν γῆν καὶ θάλασσαν Ἐκκλησίαι, σῶμα μὲν τοῦ Δεσπότου Χριστοῦ χρηματίζουσαι, τῆς ἁγιωσύνης τὰς πηγὰς παρ' αὐτοῦ κομιζόμεναι. ΕΡΜΗΝ. ΤΟΥ ΡΛΒʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Ἐπὶ τοῦ Ῥοβοὰμ