Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1912
Not analysed yet
διῃρέθησαν αἱ φυλαὶ, καὶ αἱ μὲν δέκα τῷ Ἱεροβοὰμ ἠκολούθησαν, αἱ δὲ δύο τὴν Δαβιτικὴν ἠσπάσαντο βασιλείαν. Μετὰ μέντοι τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, καὶ πάλιν συνῆλθον, καὶ τὴν συμφωνίαν ἠγάπησαν, καὶ μίαν ἔσχον ἡγεμονίαν, καὶ κοινὴν τὴν κατὰ νόμον ἐπετέλουν λατρείαν. Ταῦτα τοίνυν οὗτος ὁ ψαλμὸς προθεσπίζει. «Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;» Δι' αὐτῶν, φησὶ, μεμαθήκαμεν τῶν πραγμάτων, ὡς οὐδὲν τῆς ἀδελφικῆς θυμηρέστερον συμφωνίας. Ἀδελφοὺς δὲ καλεῖ τὰς φυλὰς, ἐπειδὴ καὶ οἱ τούτων ἐπώνυμοι φύλαρχοι ἑνὸς ὑπῆρχον παῖδες πατρός. βʹ. «Ὡς μύρον ἐπὶ κεφαλῆς, τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών.» Τὸ ἀρχιερατικὸν ἔλαιον ἐκ διαφόρων ἡδυσμάτων συνέκειτο· ἀλλ' οὐδὲν ἐκείνων αὐτὸ καθ' ἑαυτὸ τοσαύτην εὐοσμίαν ἠφίει, ἡ δὲ πάντων μίξις καὶ κρᾶσις πλείστην ὅσην τὴν εὐωδίαν εἰργάζετο. Τούτῳ τὴν ἀδελφικὴν εἰκότως συμφωνίαν ἀπείκασεν. Ἡ γὰρ τῶν πλειόνων κατορθωμάτων συνεισφορὰ τῆς τελείας ἀρετῆς τὴν εὐοσμίαν ἐργάζεται. «Τὸ καταβαῖνον ἐπὶ τὴν ὦαν τοῦ ἐνδύματος αὐτοῦ.» Ἐκείνῳ, φησὶν, ἔοικε τῷ μύρῳ τῆς ἀγάπης τὸ χάρισμα, ὃ κατεχεῖτο μὲν τῆς τοῦ Ἀαρὼν κεφαλῆς, οὐ μέχρι δὲ μόνου τοῦ γενείου κατῄει, ἀλλ' αὐτοῦ τοῦ χιτῶνος τὸ περὶ τὸ στῆθος ἡγίαζε. Ὦαν γὰρ ἐκάλεσεν, ὃ καλοῦμεν περιτραχήλιον. Τοῦτο δὲ καὶ Ἀκύλας στόμα ἐνδυμάτων εἴρηκε. Καθάπερ τοίνυν ἀπὸ τῆς κεφαλῆς διὰ τοῦ γενείου μέχρι τῆς ἐσθῆτος τὸ ἱερὸν διατρέχον μύρον τῆς εὐοσμίας τὸν ἱερέα ἐπλήρου, οὕτως ἀπὸ τῆς ἀρχῆς μέχρι τῶν ὑπηκόων ἡ ἀπὸ τῆς συμφωνίας ὠφέλεια χωρεῖ. γʹ. «Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών.» Πάλιν εἰς ἑτέραν εἰκόνα μετέβη, τῆς συμφωνίας διδάσκων τὸ χρήσιμον· καὶ ταύτην ἔφησεν ἐοικέναι τῇ δρόσῳ, τῇ ἀπὸ τοῦ Ἀερμὼν τῇ Σιὼν ἐπιφερομένῃ. Τοσαύτη δὲ αὕτη, ὡς καὶ σταγόνας τοὺς κεράμους ἐκπέμπειν. Τὸ δὲ Ἀερμὼν· ὄρος ἐστὶ, καὶ αὐτὸ τῆς Παλαιστίνης, τῇ γῇ διαφέρων τοῦ Ἰσραήλ. «Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.» Οὐκ ἐν Ἀερμὼν, ἀλλ' ἐν τῇ Σιὼν, ἐν ᾗ καὶ τοῦ παναγίου Πνεύματος ἐπὶ τοὺς ἱεροὺς ἀποστόλους ἡ ζωοποιὸς κατεπέμφθη δρόσος, δι' ἧς ἅπαντες οἱ πιστεύοντες τὴν αἰώνιον εὐλογίαν καρποῦνται. ΕΡΜΗΝ. ΤΟΥ ΡΛΓʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Ἁρμόττει δὲ καὶ οὗτος τοῖς ἀπὸ Βαβυλῶνος ἐπανελθοῦσι. Προσφέρει δὲ καὶ πᾶσι τοῖς εὐσεβέσι παραίνεσιν, ὥστε μὴ μόνον μεθ' ἡμέραν, ἀλλὰ καὶ νύκτωρ τὸν Θεὸν ἀνυμνεῖν. «Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦ-