Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1913
Not analysed yet
λοι Κυρίου.» Οὐ πάντων τὸ ὑμνεῖν, ἀλλὰ τῶν τὴν θείαν δεσποτείαν ἀσπαζομένων, καὶ τοῦ Δεσπότου τὴν θεραπείαν περὶ πολλοῦ ποιουμένων. Τῶν γὰρ τῆς ἁμαρτίας δεξαμένων τὰ τραύματα ἴδιον τὸ δακρύειν, καὶ ὀλοφύρεσθαι, καὶ τὴν θείαν φιλανθρωπίαν αἰτεῖν. «Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.» Παρεγγυήσας ὑμνεῖν, ἐδίδαξε καὶ τῆς ὑμνῳδίας τὸν τρόπον. Πανταχοῦ μὲν γὰρ αἴρειν ὁσίους χεῖρας ὁ θεῖος ἐνομοθέτησε Παῦλος· οὐχ ἥκιστα δὲ ἐν τοῖς ἀφιερωμένοις προσήκει χωρίοις τὴν ὀφειλομένην τῷ Θεῷ προσφέρειν προσκύνησιν. βʹ. «Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον.» Διδάξας τὸν τόπον, διδάσκει καὶ τὸν καιρόν. Ἁρμοδία γὰρ εἰς ὑμνῳδίαν ἡ νὺξ, πολλὴν παρέχουσα τὴν ἡσυχίαν, καὶ τῶν πολλῶν θορύβων ἀπηλλαγμένη. Τὸ δὲ τὰς χεῖρας αἴρειν καὶ τὸ κρατῆσαν ἔθος παρακελεύεται. γʹ. «Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἵνα γὰρ μή τις ὑπολάβῃ τῇ Σιὼν περιγεγράφθαι τὸν τῶν ὅλων Θεὸν, εἰκότως αὐτὸν ἔδειξε τῶν ὅλων δημιουργόν· διὰ γὰρ οὐρανοῦ καὶ γῆς καὶ πᾶσαν τὴν κτίσιν περιέλαβε· ἐν οὐρανῷ γὰρ ἄγγελοι, ἐπὶ γῆς δὲ ἄνθρωποι, καὶ τὰ διὰ τούτους γενόμενα. ΕΡΜΗΝ. ΤΟΥ ΡΛΔʹ ΨΑΛΜΟΥ. αʹ. «Ἀλληλούϊα. ᾨδὴ τῶν ἀναβαθμῶν.» Αἶνος οὗτος ἕτερος, καὶ ὁ αὐτὸς ὑπὸ τῶν τῆς ἐλευθερίας τετυχηκότων προσενεχθεὶς τῷ Θεῷ. Τοῦ δὲ Ἀλληλούϊα καὶ ἤδη τὴν ἑρμηνείαν εἰρήκαμεν. «Αἰνεῖτε τὸ ὄνομα Κυρίου· αἰνεῖτε, δοῦλοι, Κύριον.» Ἐπειδὴ ἀόρατος ἡ θεία φύσις, ὑμνεῖν δὲ ταύτην παρακελεύεται, εἰκότως εἶπεν, «Αἰνεῖτε τὸ ὄνομα Κυρίου.» Ἀρκέσθητε, φησὶ, τῇ τοῦ Θεοῦ προσηγορίᾳ, καὶ μὴ ζητήσητε ἰδεῖν, ἃ μὴ θέμις ἰδεῖν. βʹ. «Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.» Βαβυλωνίων, φησὶν, ἀπαλλαγέντες δουλείας, καὶ τῆς τῶν θείων αὐλῶν ἀπολαύοντες εὐπρεπείας, τὸν τούτων χορηγὸν τῶν ἀγαθῶν ἀνυμνήσατε. γʹ. «Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος.» Ἀφορμὴν τῆς ὑμνῳδίας ποιήσατε τοῦ ὑμνουμένου τὴν ἀγαθότητα. «Ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν.» Πολὺ δὲ καὶ ἐντεῦθεν προσγινόμενον ὑμῖν κέρδος. Εἶτα τῶν εἰς αὐτοὺς γεγενημένων εὐεργεσιῶν ποιεῖται τὴν μνήμην. δʹ. «Ὅτι τὸν Ἰακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ.» Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ τὸν Ἰσραὴλ εἰς ἐξαίρετον ἑαυτῷ. Πλείονος αὐτὸν, φησὶν, ἐπιμελείας ἠξίωσε, καὶ οἰκεῖον λαὸν ἀπεκάλεσε, καὶ πάντων ἀνθρώπων κη-