Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1916
Not analysed yet
δόμενος, τούτου διαφερόντως πεφρόντικε. Ταῦτα δὲ καὶ ὁ μακάριος ἔφη Μωσῆς· «Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατ' ἀριθμὸν ἀγγέλων Θεοῦ· καὶ ἐγενήθη μερὶς Κυρίου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» εʹ. «Ὅτι ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς.» Δι' αὐτῶν, φησὶ, μεμαθήκαμεν τῶν πραγμάτων τοῦ ἡμετέρου Θεοῦ τὴν ἰσχὺν, καὶ ὅτι οὐδαμῶς αὐτῷ παραβληθῆναι δυνήσονται οἱ παρὰ τῶν ἄλλων ἐθνῶν προσκυνούμενοι Θεοί. Οὐδεὶς γὰρ τῷ ὄντι καὶ ἀεὶ ὄντι συγκρίνει τὸ μηδαμῶς ὄν. Εἶτα ἀπὸ τῆς δημιουργίας ὑποδείκνυσι τὸ τοῦ Θεοῦ δυνατόν. ϛʹ. «Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις.» Οὐ τῇ δυνάμει σύμμετρα τὰ γενόμενα, ἀλλὰ τῇ βουλήσει. Ἠδύνατο μὲν γὰρ καὶ πολλαπλάσια τούτων, καὶ πολλῷ μείζονα δημιουργῆσαι· ἀλλὰ τοσαῦτα καὶ τοιαῦτα ἠθέλησε. Αὐτοῦ δὲ ὅμως πάντα ποιήματα, οὐρανὸς καὶ τὰ οὐράνια, γῆ καὶ τὰ ἐπίγεια, θάλασσα καὶ τὰ ἐν αὐτῇ. Ἀβύσσους δὲ καλεῖ τὸ ἄπειρον τῶν ὑδάτων πλῆθος. Πληθυντικῶς δὲ θαλάσσας ἐκάλεσεν, ἐπειδὴ εἰς πελάγη πολλὰ ἡ μία διῄρηται θάλασσα. Ἀτλαντικὸς γὰρ κόλπος, καὶ Ὠκεανὸς, καὶ Τυῤῥηνικὸς, καὶ Ἰόνιός τε, καὶ Αἰγαῖος, καὶ Ἀραβικὸς, καὶ Ἰνδικὸς, καὶ Εὔξεινος Πόντος, καὶ Προποντὶς, καὶ Ἑλλήσποντος, καὶ ἕτερα πελάγη πολλαπλάσια τῶν εἰρημένων. ζʹ. «Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς.» Τῷ γὰρ θείῳ Λόγῳ ἡ κατωφερὴς τῶν ὑδάτων φύσις ἀνέλκεται, καὶ μετέωρος γίνεται, καὶ ἄρδει τὴν ἤπειρον. Ἐξ ἐσχάτου δὲ τῆς γῆς ταύτην εἶπεν ἀνάγεσθαι, ἐπειδὴ ἐκ τῶν θαλαττίων ὑδάτων συνίσταται. Τέρματα δὲ τῆς γῆς οἱ θαλάττιοι κόλποι. «Ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν.» Προμηνύει δὲ τῶν ὑετῶν τὴν χορηγίαν ταῖς ἀστραπαῖς, καὶ δείκνυσι θαῦμα πάντων παραδοξότατον. Ἐν ὕδασι γὰρ τὸ ἀστραπαῖον διατρέχον πῦρ, οὔτε ἐκεῖνα θερμαίνει, οὔτε αὐτὸ κατασβέννυται. «Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὑτοῦ.» Θησαυροὺς ἀνέμων οὐκ ἀποθήκας εἶναι λέγει τινὰς, ἀλλ' ἐπειδὴ ἀπήνεμον ὄντα τὸν ἀέρα πολλάκις ῥᾳδίως ἐθελήσας κινεῖ τὸ βούλημα τὸ θεῖον, θησαυρὸν ἀνέμων ἐκάλεσεν. Ἅμα τε γὰρ νεύει, καὶ πανταχόθεν προσίασιν. Οὕτω τὴν κοινὴν δημιουργίαν καὶ πρόνοιαν ὑποδείξας, τὰς Ἰουδαίων λοιπὸν εὐεργεσίας διέξεισιν. ηʹ. «Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους.» Τὴν τελευταίαν πληγὴν τέθεικε πρώτην, ἐπειδὴ μετὰ ταύτην τὴν ἐλευθερίαν ἐδέξαντο.